Against Timocrates

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.

καίτοι τί ποτʼ ἦν διʼ ὃ προσγράψαι σαφῶς ὤκνησεν τὴν δʼ ἀρχὴν τὸν ὀφλόντα φυλάττειν τέως ἂν καταστήσῃ τοὺς ἐγγυητάς; πότερʼ οὐχὶ δίκαιον; εὖ οἶδʼ ὅτι πάντες ἂν φήσαιτε. ἀλλʼ ἐναντίον ἦν τινὶ τοῦτο νόμῳ; οὔκ, ἀλλὰ μόνον κατὰ τοὺς νόμους. τί ποτʼ οὖν ἦν; οὐδὲν ἂν ἄλλο τις εὕροι πλὴν ὅτι οὐχ ὅπως δώσουσι δίκην ὧν ἂν ὑμεῖς καταγνῶτʼ ἐσκόπει, ἀλλʼ ὅπως μή.

εἶτα πῶς γέγραπται μετὰ ταῦτα; καθιστάναι τοὺς ἐγγυητὰς ἦ μὴν ἐκτείσειν τὸ ἀργύριον ὃ ὦφλεν. ἐνταυθὶ πάλιν τῶν ἱερῶν μὲν χρημάτων τὴν δεκαπλασίαν ὑφῄρηται, τῶν δʼ ὁσίων, ὁπόσων ἐν τῷ νόμῳ διπλασιάζεται, τὸ ἥμισυ. πῶς δὴ τοῦτο ποιεῖ; γράψας ἀντὶ μὲν τοῦ τιμήματος τὸ ἀργύριον, ἀντὶ δὲ τοῦ τὸ γιγνόμενον, ὃ ὦφλεν.

διαφέρει δὲ τί; εἰ μὲν ἔγραψε καθιστάναι τοὺς ἐγγυητὰς ἦ μὴν ἐκτείσειν τὸ τίμημα τὸ γιγνόμενον, προσπεριειλήφει τοὺς νόμους ἂν καθʼ οὓς τὰ μὲν διπλᾶ, τὰ δὲ καὶ δεκαπλᾶ γίγνεται τῶν ὀφλημάτων· ὥστʼ ἐκ τούτων ἦν ἀνάγκη τοῖς ὀφλοῦσιν τὸ γεγραμμένον τʼ ἐκτίνειν καὶ τὰς ἐκ τῶν νόμων προσούσας ζημίας καταβάλλειν. νῦν δʼ ἐν τῷ γράψαι τὴν κατάστασιν εἶναι τῶν ἐγγυητῶν ἦ μὴν ἐκτείσειν τὸ ἀργύριον ὃ ὦφλεν, ἐκ τῆς λήξεως καὶ τῶν γραμμάτων ἐφʼ οἷς ἕκαστος εἰσήχθη ποιεῖ τὴν ἔκτισιν, ἐν οἷς πᾶσιν ἁπλοῦν ὅ τις ὦφλεν ἀργύριον γέγραπται.

μετὰ ταῦτα τοίνυν τηλικοῦτο πρᾶγμʼ ἀνελὼν ἐν τῇ τῶν ῥημάτων μεταθέσει, προσέγραψεν τοὺς δὲ προέδρους ἐπιχειροτονεῖν ἐπάναγκες, ὅταν τις καθιστάναι βούληται, παρὰ πάντα τὸν νόμον οἰόμενος δεῖν σῴζειν τὸν ἠδικηκότα καὶ τὸν ἐν ὑμῖν ἑαλωκότα. δοὺς γὰρ ὅταν βούληται τὴν κατάστασιν αὐτῷ τῶν ἐγγυητῶν, ἐπʼ ἐκείνῳ πεποίηκεν μηδέποτʼ ἐκτεῖσαι μηδὲ δεθῆναι.

τίς γὰρ οὐ ποριεῖται φαύλους ἀνθρώπους, οὓς ὅταν ὑμεῖς ἀποχειροτονήσητʼ ἀπηλλάξεται; ἐὰν γάρ τις ὡς οὐ καθιστάντα τοὺς ἐγγυητὰς ἀξιοῖ δεδέσθαι, φήσει καὶ καθιστάναι καὶ καταστήσειν, καὶ δείξει τὸν τούτου νόμον, ὃς καθιστάναι μὲν ὅταν βούληται κελεύει, φυλάττειν δὲ τέως οὐ λέγει, οὐδʼ, ἂν ἀποχειροτονήσηθʼ ὑμεῖς τοὺς ἐγγυητάς, προστάττει δεδέσθαι, ἀλλʼ ὡς ἀληθῶς ὥσπερ ἀλεξιφάρμακόν ἐστι τοῖς ἀδικεῖν βουλομένοις.

τῷ δὲ καταστήσαντι φησὶ τοὺς ἐγγυητάς, ἐὰν ἀποδιδῷ τῇ πόλει τὸ ἀργύριον. πάλιν ἐνταῦθʼ ἐπέμεινʼ ἐπὶ τοῦ κακουργήματος ὃ μικρῷ πρότερον εἶπον, καὶ οὐκ ἐπελάθετο, οὐδʼ ἔγραψε τὸ τίμημα τὸ γιγνόμενον, ἀλλὰ τὸ ἀργύριον ὃ ὦφλεν, ἐὰν ἀποδιδῷ, ἀφεῖσθαι τοῦ δεσμοῦ.

ἐὰν δὲ μὴ καταβάλῃ τὸ ἀργύριον ἢ αὐτὸς ἢ οἱ ἐγγυηταὶ ἐπὶ τῆς ἐνάτης πρυτανείας, τὸν μὲν ἐξεγγυηθέντα δεδέσθαι, τῶν δʼ ἐγγυητῶν δημοσίαν εἶναι τὴν οὐσίαν. ἐν δὴ τῷ τελευταίῳ τούτῳ παντελῶς αὐτὸς αὑτοῦ κατήγορος, ὡς ἀδικεῖ, γεγονὼς φανήσεται. οὐ γὰρ ὅλως τὸ δεδέσθαι τινὰ τῶν πολιτῶν αἰσχρὸν ἢ δεινὸν νομίσας ἀπεῖπε μὴ δεῖν, ἀλλὰ τὸν καιρὸν ἐν ᾧ τὸν ἠδικηκότʼ ἐνῆν παρόντα λαβεῖν ἐκκλέψας, τοὔνομα μὲν τῆς τιμωρίας ἔλιπεν τοῖς ἀδικουμένοις ὑμῖν, τὸ δʼ ἔργον ἀφείλετο. καὶ παρʼ ἀκόντων ἔδωκʼ ἄφεσιν τοῖς τὰ ὑμέτερʼ ἀξιοῦσιν ἔχειν βίᾳ, καὶ μόνον οὐ προσέγραψε δίκην ἐξεῖναι λαχεῖν αὐτῷ κατὰ τῶν δικαστῶν τῶν προστιμησάντων τοῦ δεσμοῦ.

ὃ δέ, πολλῶν ὄντων καὶ δεινῶν ὧν ἐν τῷ νόμῳ τέθηκε, μάλιστʼ ἄξιόν ἐστʼ ἀγανακτῆσαι, βούλομαι πρὸς ὑμᾶς εἰπεῖν. διʼ ὅλου γὰρ τοῦ νόμου τῷ καταστήσαντι τοὺς ἐγγυητὰς ἅπαντα λέγει, τῷ δὲ μὴ καθιστάντι μήτε βελτίους μήτε χείρους, μηδʼ ὅλως προσέχοντι τὸν νοῦν ὑμῖν, οὐδεμίαν οὔτε δίκην οὔτε τιμωρίαν προσγέγραφεν, ἀλλʼ ἄδειαν πεποίηκε τοσαύτην ὅσην οἷόν τε γενέσθαι πλείστην. καὶ γὰρ τὸν χρόνον ὃν διώρισε, τὴν ἐνάτην πρυτανείαν, τῷ καταστήσαντι λέγει τοὺς ἐγγυητάς.

γνοίη δʼ ἄν τις ἐκεῖθεν· προσέγραψε δημοσίαν εἶναι τὴν οὐσίαν τὴν τῶν ἐγγυητῶν, ἂν μή τις ἐκτείσῃ· τοῦ δὲ μὴ καταστήσαντος οὐκ ἔνι δήπουθεν ὑπάρχειν ἐγγυητάς. καὶ τοῖς μὲν προέδροις, οἳ κεκληρωμένοι καθίζουσιν ἐξ ὑμῶν, ἐπάναγκες ἐποίησεν, ὅταν καθιστῇ τις, δέχεσθαι· τοῖς δʼ ἀδικοῦσι τὴν πόλιν οὐδεμίαν προσέγραψεν ἀνάγκην, ἀλλʼ ὥσπερ εὐεργέταις αἵρεσιν αὐτοῖς ἔδωκεν εἰ χρὴ δοῦναι δίκην ἢ μή.

καίτοι πῶς ἂν ἀσυμφορώτερος ὑμῖν τούτου γένοιτο νόμος ἢ κάκιον ἔχων; ὃς πρῶτον μὲν περὶ τῶν ἐκ τοῦ παρεληλυθότος χρόνου κριθέντων ἐναντία τοῖς ὑφʼ ὑμῶν ἐγνωσμένοις προστάττει, δεύτερον δὲ περὶ τῶν μελλόντων κριθήσεσθαι προστιμᾶν κελεύων τοὺς δικαστὰς τοὺς ὀμωμοκότας, ἄκυρα τὰ προστιμήματα ποιεῖ, πρὸς δὲ τούτοις ἐπιτίμους τοὺς ὀφείλοντας οὐ τὰ προσήκοντʼ ἐκτίνοντας καθίστησιν, ὅλως δʼ ἐπιδείκνυσι μάτην ὀμνύντας, τιμῶντας, δικάζοντας, ὀργιζομένους, ἅπαντα ποιοῦντας ὑμᾶς. ἐγὼ μὲν γάρ, εἰ Κριτίας ὁ γενόμενος τῶν τριάκοντʼ εἰσέφερεν τὸν νόμον, οὐκ ἂν ἄλλον τρόπον οἶμαι γράψαντʼ εἰσενεγκεῖν ἢ τοῦτον.

ὅτι τοίνυν ὅλην συγχεῖ τὴν πολιτείαν καὶ καταλύει πάντα τὰ πράγμαθʼ ὁ νόμος, καὶ πολλὰς φιλοτιμίας περιαιρεῖται τῆς πόλεως, καὶ τοῦτο ῥᾳδίως ὑμᾶς νομίζω μαθήσεσθαι. ἴστε γὰρ δήπου τοῦθʼ ὅτι σῴζεται πολλάκις ἡμῶν ἡ πόλις διὰ τὰς στρατείας καὶ τὰς ναυτικὰς καὶ τὰς πεζάς, καὶ πολλὰ καὶ καλὰ πολλάκις ἤδη διεπράξασθε καὶ σώσαντές τινας καὶ τιμωρησάμενοι καὶ διαλλάξαντες.

πῶς οὖν ἀνάγκη τὰ τοιαῦτα διοικεῖν ἐστιν; διὰ ψηφισμάτων καὶ νόμων τοῖς μὲν εἰσφέρειν ἐπιτάττοντας, τοὺς δὲ τριηραρχεῖν κελεύοντας, τοὺς δὲ πλεῖν, τοὺς δʼ ἕκαστα ποιεῖν ὧν δεῖ. οὐκοῦν ταῦθʼ ὅπως γίγνηται δικαστήρια πληροῦτε καὶ καταγιγνώσκετε δεσμὸν τῶν ἀκοσμούντων. σκέψασθε δὴ τὸν τοῦ καλοῦ κἀγαθοῦ τούτου νόμον, ὡς λυμαίνεται ταῦτα καὶ διαφθείρει.

γέγραπται γὰρ δήπου ἐν τῷ νόμῳ αὐτοῦ, καὶ εἴ τινι τῶν ὀφειλόντων προστετίμηται δεσμοῦ ἢ καὶ τὸ λοιπὸν προστιμηθῇ, εἶναι καταστήσαντι ἐγγυητάς, ἦ μὴν ἐπὶ τῆς ἐνάτης πρυτανείας ἐκτείσειν τὸ ἀργύριον, ἀφεῖσθαι τοῦ δεσμοῦ. τίς οὖν πόρος ἔσται; τίνʼ ἀποσταλήσεται τρόπον ἡ στρατιά; πῶς τὰ χρήματʼ εἰσπράξομεν, ἂν ἕκαστος ὀφλισκάνων ἐγγυητὰς καθιστῇ κατὰ τὸν τούτου νόμον, ἀλλὰ μὴ τὸ προσῆκον ποιῇ;

ἐροῦμεν νὴ Δία τοῖς Ἕλλησιν Τιμοκράτους νόμος ἐστὶ παρʼ ἡμῖν· ἀναμείνατʼ οὖν τὴν ἐνάτην πρυτανείαν· εἶτα τότʼ ἔξιμεν· τοῦτο γὰρ λοιπόν. ἂν δʼ ὑπὲρ ὑμῶν αὐτῶν ἀμύνεσθαι δέῃ, ἆρά γʼ οἴεσθε τοὺς ἐχθροὺς τὰς τῶν παρʼ ἡμῖν πονηρῶν διαδύσεις καὶ κακουργίας ἀναμενεῖν; ἢ τὴν πόλιν, αὑτὴν ἐμποδίζοντας νόμους εἰ θήσεται καὶ τἀναντία τῶν συμφερόντων λέγοντας, δυνήσεσθαί τι ποιῆσαι τῶν δεόντων;

ἀλλʼ ἀγαπητόν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ πάντων καλῶς ἐχόντων ἡμῖν καὶ μηδενὸς ὄντος τοιούτου νόμου, κρατοῖμεν τῶν ἐχθρῶν καὶ ταῖς ὀξύτησι δυναίμεθα καὶ τοῖς τοῦ πολέμου καιροῖς ἀκολουθεῖν καὶ μηδενὸς ὑστερίζειν. ἀλλὰ μὴν εἰ φαίνει τοιοῦτον τεθηκὼς νόμον ὃς τὰ τοιαῦτα λυμαίνεται διʼ ὧν ἡ πόλις καὶ σεμνὴ καὶ λαμπρὰ παρὰ πᾶσι καθέστηκεν, πῶς οὐχὶ δικαίως ὁτιοῦν ἂν πάθοις;

ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν διοίκησιν ἀναιρεῖ, τήν θʼ ἱερὰν καὶ τὴν ὁσίαν. ὡς δέ, ἐγὼ φράσω. ἔστιν ὑμῖν κύριος νόμος, καλῶς εἴπερ τις καὶ ἄλλος κείμενος, τοὺς ἔχοντας τά θʼ ἱερὰ καὶ τὰ ὅσια χρήματα καταβάλλειν εἰς τὸ βουλευτήριον, εἰ δὲ μή, τὴν βουλὴν αὐτοὺς εἰσπράττειν χρωμένην τοῖς νόμοις τοῖς τελωνικοῖς.

διὰ τοίνυν τοῦ νόμου τούτου διοικεῖται τὰ κοινά· τὰ γὰρ εἰς τὰς ἐκκλησίας καὶ τὰς θυσίας καὶ τὴν βουλὴν καὶ τοὺς ἱππέας καὶ τἄλλα χρήματʼ ἀναλισκόμενα, οὗτός ἐσθʼ ὁ νόμος ὁ ποιῶν προσευπορεῖσθαι. οὐ γὰρ ὄντων ἱκανῶν τῶν ἐκ τῶν τελῶν χρημάτων τῇ διοικήσει, τὰ προσκαταβλήματʼ ὀνομαζόμενα διὰ τὸν τοῦ νόμου τούτου φόβον καταβάλλεται.

πῶς οὖν οὐχ ἅπαντʼ ἀνάγκη καταλυθῆναι τὰ τῆς πόλεως, ὅταν αἱ μὲν τῶν τελῶν καταβολαὶ μὴ ὦσʼ ἱκαναὶ τῇ διοικήσει, ἀλλʼ ἐνδέῃ πολλῶν, καὶ μηδὲ ταῦτʼ ἀλλʼ ἢ περὶ λήγοντα τὸν ἐνιαυτὸν ᾖ λαβεῖν, τὰ δὲ προσκαταβλήματα τοὺς μὴ τιθέντας μὴ ᾖ κυρία δεῖν ἡ βουλὴ μηδὲ τὰ δικαστήρια, ἀλλὰ καθιστῶσιν ἐγγυητὰς ἄχρι τῆς ἐνάτης πρυτανείας;

τὰς δʼ ὀκτὼ τί ποιήσομεν; εἰπέ, Τιμόκρατες· οὐ σύνιμεν καὶ βουλευσόμεθʼ ἄν τι δέῃ; εἶτʼ ἔτι δημοκρατησόμεθα; οὐ δικάσει τὰ δικαστήρια τά τʼ ἴδια καὶ τὰ δημόσια; καὶ τίς ὑπάρξει τοῖς ἀδικουμένοις ἀσφάλεια; οὐκ εἴσεισιν ἡ βουλὴ καὶ διοικήσει τὰ ἐκ τῶν νόμων; καὶ τί λοιπὸν ἔσθʼ ἡμῖν ἀλλʼ ἢ καταλελύσθαι; ἀλλὰ νὴ Δίʼ ἀμισθεὶ ταῦτα ποιήσομεν. καὶ πῶς οὐ δεινόν, εἰ διὰ τὸν νόμον, ὃν σὺ τέθηκας μισθὸν λαβών, ἄμισθος ὁ δῆμος καὶ ἡ βουλὴ καὶ τὰ δικαστήριʼ ἔσται;

χρῆν γὰρ τοῦτό γέ σʼ, ὦ Τιμόκρατες, προσγράψαι τῷ νόμῳ, οὗπερ ἐποίεις κατὰ τῶν τελωνῶν καὶ τῶν ἐγγυητῶν τὰς πράξεις κατὰ τοὺς ὑπάρχοντας νόμους, καὶ εἰ κατά τινων ἐν ἄλλῳ τινὶ νόμῳ ἢ ψηφίσματι τὰς αὐτὰς εἴρηται πράξεις ὧν ὀφείλουσιν εἶναι ἃς περὶ τῶν τελωνῶν, καὶ κατὰ τούτων εἶναι τὰς πράξεις κατὰ τοὺς ὑπάρχοντας νόμους.