Against Timocrates

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.

καὶ τοσούτῳ δεινότερʼ Εὐκτήμονος ἠδικήθην ὑπʼ αὐτοῦ, ὥσθʼ ὁ μὲν Εὐκτήμων εἰς χρήματʼ ἔσθʼ ἃ κακῶς ἔπαθεν, ἐγὼ δʼ, εἰ κατώρθωσεν ἐκεῖνος ἣν ἐπʼ ἔμʼ ἦλθεν ὁδόν, οὐχ ὅτι τῶν ὄντων ἂν ἀπεστερήμην, ἀλλʼ οὐδʼ ἂν ἔζων, οὐδʼ ὃ κοινὸν ἅπασίν ἐστιν, ἀπαλλαγῆναι τοῦ βίου, ῥᾴδιον ἦν ἄν μοι. αἰτιασάμενος γάρ μʼ ἃ καὶ λέγειν ἄν τις ὀκνήσειεν εὖ φρονῶν, τὸν ἐμαυτοῦ πατέρʼ ὡς ἀπέκτονα, ἀσεβείας γραφὴν κατασκευάσας εἰς ἀγῶνα κατέστησεν. ἐν δὲ τούτῳ τὸ πέμπτον μέρος τῶν ψήφων οὐ μεταλαβὼν ὦφλε χιλίας, ἐγὼ δʼ, ὥσπερ ἦν δίκαιον, μάλιστα μὲν διὰ τοὺς θεούς, ἔπειτα δὲ καὶ διὰ τοὺς δικάζοντας ὑμῶν ἐσώθην,

τὸν δʼ εἰς τοιαῦτα καταστήσαντά μʼ ἀδίκως ἀδιάλλακτον ἐχθρὸν ἡγούμην. ἰδὼν δʼ ἠδικηκότα κοινῇ πᾶσαν τὴν πόλιν καὶ περὶ τὴν εἴσπραξιν τῶν εἰσφορῶν καὶ περὶ τὴν ποίησιν τῶν πομπείων, καὶ χρήματα πολλὰ τῆς θεοῦ καὶ τῶν ἐπωνύμων καὶ τῆς πόλεως ἔχοντα καὶ οὐκ ἀποδιδόντα, ἦλθον ἐπʼ αὐτὸν μετʼ Εὐκτήμονος, ἡγούμενος ἁρμόττοντʼ εἰληφέναι καιρὸν τοῦ βοηθῆσαί θʼ ἅμα τῇ πόλει καὶ τιμωρίαν ὑπὲρ ὧν ἐπεπόνθειν λαβεῖν· βουλοίμην δʼ ἂν ἐμέ τε τυχεῖν ὧν βούλομαι τοῦτόν τε παθεῖν ὧν ἄξιός ἐστι.