Against Timocrates
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
πρὸς δὲ τούτοις μηδενὶ τῶν ἀδικούντων φαίνεσθαι μηδεμίαν διδόντα ῥᾳστώνην. εἰ γὰρ δημοτικόν τις ὑπείληφεν τὸ πράους εἶναι τοὺς νόμους, τίσιν τούτοις προσεξεταζέτω, κἄνπερ ὀρθῶς βούληται σκοπεῖν, εὑρήσει τοῖς κρίνεσθαι μέλλουσιν, οὐ τοῖς ἐξεληλεγμένοις· ἐν μὲν γὰρ τοῖς ἄδηλον εἴ τις ἔστʼ ἀδίκως διαβεβλημένος, τοῖς δʼ οὐδὲ λόγος λείπεται τὸ μὴ οὐ πονηροῖς εἶναι.
τούτων τοίνυν ὧν διεξελήλυθʼ ἐγὼ νῦν οὐδʼ ὁτιοῦν οὗτος ἔχων ὁ νόμος φανήσεται, τἀναντία δʼ ἑξῆς πάντα. πολλαχόθεν μὲν οὖν ἄν τις ἔχοι τοῦτο διδάσκειν, μάλιστα δὲ τὸν νόμον αὐτὸν ὃν τέθηκε διεξιών. ἔστι γὰρ οὐ τὸ μὲν αὐτοῦ καλῶς κείμενον, τὸ δʼ ἡμαρτημένον, ἀλλʼ ὅλος ἐξ ἀρχῆς, ἀπὸ τῆς πρώτης συλλαβῆς μέχρι τῆς τελευταίας, ἐφʼ ὑμῖν κεῖται.