Against Timocrates
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
εἰ τοίνυν τις ἔροιθʼ ὑμᾶς ποτέροις μᾶλλον ἂν εἰκότως ποιήσαιθʼ ὁτιοῦν, τοῖς δεομένοις ἢ τοῖς ἐπιτάττουσιν, οἶδʼ ὅτι φήσαιτʼ ἂν τοῖς δεομένοις· τὸ μὲν γὰρ χρηστῶν, τὸ δʼ ἀνάνδρων ἀνθρώπων ἔργον ἐστίν. οὐκοῦν οἱ νόμοι μὲν ἅπαντες προστάττουσιν ἃ χρὴ ποιεῖν, οἱ τιθέντες δὲ τὰς ἱκετηρίας δέονται. εἰ τοίνυν ἱκετεύειν οὐκ ἔξεστιν, ἦ που νόμον γʼ ἐπίταγμʼ ἔχοντʼ εἰσφέρειν; ἐγὼ μὲν οὐκ οἶμαι. καὶ γὰρ αἰσχρὸν περὶ ὧν μηδὲ χαρίζεσθαι δεῖν ὑπειλήφατε, περὶ τούτων ἀκόντων ὑμῶν ἐᾶν ἅ τινες βούλονται πραχθῆναι.
λέγε τὸν μετὰ τοῦτον ἐφεξῆς.
ΝΟΜΟΣ.
ὅσων δίκη πρότερον ἐγένετο ἢ εὔθυνα ἢ διαδικασία περί του ἐν δικαστηρίῳ, ἢ ἰδίᾳ ἢ δημοσίᾳ, ἢ τὸ δημόσιον ἀπέδοτο, μὴ εἰσάγειν περὶ τούτων εἰς τὸ δικαστήριον μηδʼ ἐπιψηφίζειν τῶν ἀρχόντων μηδένα, μηδὲ κατηγορεῖν ἐώντων ἃ οὐκ ἐῶσιν οἱ νόμοι.