Against Timocrates
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
καὶ ὁ μὲν νόμος, οὐδʼ ἐπειδὰν τὴν ἄδειαν εὕρηταί τις, ἔδωκεν ὡς ἂν βούληται πράττειν, ἀλλʼ ὡς ἂν τῇ βουλῇ καὶ τῷ δήμῳ δοκῇ· τῷ δʼ οὐκ ἀπέχρησε τοῦτʼ ἀδικεῖν μόνον, εἰ μὴ δοθείσης τῆς ἀδείας λέγει καὶ νόμον εἰσφέρει περὶ τούτων, ἀλλὰ καὶ προσέτʼ οὐκ εἰς τὴν βουλήν, οὐκ εἰς τὸν δῆμον εἰπὼν περὶ τούτων οὐδέν, ἐν παραβύστῳ, τῆς βουλῆς μὲν ἀφειμένης, τῶν δʼ ἄλλων διὰ τὴν ἑορτὴν ἱερομηνίαν ἀγόντων, λάθρα τὸν νόμον εἰσήνεγκεν.
καίτοι χρῆν σʼ, ὦ Τιμόκρατες, εἰδότα τὸν νόμον τόνδʼ ὃν ἀνέγνω, εἴ τι δίκαιον ἐβούλου πράττειν, πρῶτον μὲν πρόσοδον γράψασθαι πρὸς τὴν βουλήν, εἶτα τῷ δήμῳ διαλεχθῆναι, κᾆθʼ οὕτως, εἰ πᾶσιν Ἀθηναίοις ἐδόκει, γράφειν καὶ νομοθετεῖν περὶ τούτων, καὶ τότε τοὺς χρόνους ἀναμείναντα τοὺς ἐκ τῶν νόμων, ἵνα τοῦτον τὸν τρόπον πράττων, εἰ καί τις ἐπεχείρει δεικνύειν οὐκ ἐπιτήδειον ὄντα τῇ πόλει τὸν νόμον, μὴ οὖν ἐπιβουλεύειν γʼ ἐδόκεις, ἀλλὰ γνώμῃ διαμαρτὼν ἀποτυχεῖν.