Against Timocrates
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
καλῶς ἐχόντων τῶν νόμων, ὦ ἄνδρες δικασταί, τῶν ὑπαρχόντων, ὅδʼ ὁ νῦν ἀναγνωσθεὶς νόμος ὡσπερεὶ διώρισεν καὶ βεβαιοτέρους ἐποίησεν αὐτούς. κελεύει γὰρ ἕκαστον ἀφʼ ἧς ἡμέρας ἐτέθη κύριον εἶναι, πλὴν εἴ τῳ χρόνος προσγέγραπται, τούτῳ δὲ τὸν γεγραμμένον ἄρχειν. διὰ τί; ὅτι πολλοῖς τῶν νόμων προσεγέγραπτο τὸν δὲ νόμον εἶναι κύριον τόνδʼ ἀπὸ τοῦ μετὰ τὸν νῦν ἄρχοντα. ὕστερον δὲ γράφων ὁ τιθεὶς ἐπὶ τούτοις τόνδε τὸν νόμον τὸν ἀνεγνωσμένον, οὐκ ἐνόμιζε δίκαιον εἶναι τοὺς αὐτοὺς τῶν νόμων ἀναγεγραμμένους ὕστερον ἢ ἐτέθησαν κυρίους εἶναι ἀνενεγκεῖν ἐπὶ τὴν ἡμέραν, ἀφʼ ἧς ἐτέθησαν, καὶ πρότερον ποιῆσαι κυρίους ἢ ὁ θεὶς ἕκαστον ἠξίωσεν.
τούτῳ μέντοι τῷ νόμῳ σκέψασθʼ ὡς ἐναντίος ἐστὶν ὃν οὗτος τέθηκεν. ὁ μέν γε κελεύει τὸν γεγραμμένον χρόνον ἢ τὴν ἡμέραν ἀφʼ ἧς ἂν τεθῇ κυρίαν εἶναι· ὁ δʼ ἔγραψεν καὶ εἴ τινι προστετίμηται, περὶ τῶν παρεληλυθότων λέγων. καὶ οὐδὲ τοῦθʼ ὥρισεν, ἄρχοντα προσγράψας ἀφʼ οὗ, ἀλλὰ πεποίηκεν οὐ μόνον πρὸ τῆς ἡμέρας ἐν ᾗ τέθηκε κύριον τὸν νόμον, ἀλλὰ καὶ πρὸ τοῦ γενέσθαι τινʼ ἡμῶν· ἀόριστον γὰρ ἅπαντα τὸν παρεληλυθότα προσπεριείληφε χρόνον. καίτοι χρῆν σʼ, ὦ Τιμόκρατες, ἢ τοῦτον μὴ γράφειν ἢ ἐκεῖνον λύειν, οὐχ, ἵνʼ ὃ βούλει σὺ γένηται, πάντα τὰ πράγματα συνταράξαι. λέγʼ ἄλλον νόμον.