Against Timocrates

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.

εἰ γὰρ εἴησαν δύʼ ἐναντίοι νόμοι, καί τινες ἀντίδικοι παρʼ ὑμῖν ἀγωνίζοιντο ἢ περὶ δημοσίων ἢ περὶ ἰδίων πραγμάτων, ἀξιοίη δʼ ἑκάτερος νικᾶν μὴ τὸν αὐτὸν δεικνύων νόμον, οὔτʼ ἀμφοτέροις ἔνι δήπου ψηφίσασθαι· πῶς γάρ; οὔτε θατέρῳ ψηφιζομένους εὐορκεῖν· παρὰ γὰρ τὸν ἐναντίον, ὄντα δʼ ὁμοίως κύριον, ἡ γνῶσις συμβαίνει.

τοῦτό τʼ οὖν ὑπὲρ ὑμῶν φυλαττόμενος ταῦτα προεῖπε καὶ ἔτι πρὸς τούτῳ βουλόμενος φύλακας ὑμᾶς τῶν νόμων καταστῆσαι· ᾔδει γὰρ ἐκεῖνο, ὅτι τὰς ἄλλας ἃς γέγραφʼ αὐτῶν φυλακὰς ἔστι πολλαχῇ διακρούσασθαι. τοὺς συνηγόρους, οὓς χειροτονεῖτε, δύναιτʼ ἂν πεῖσαί τις σιωπᾶν. ἐκτιθέναι κελεύει τοῦ προειδέναι πάντας· τάχʼ ἄν, εἰ τύχοι, τοὺς μὲν ἀντειπόντας ἂν εἰ μὴ προαίσθοιντο, λάθοι, οἱ δʼ οὐδὲν προσέχοντες ἀναγνοῖεν ἄν.