Against Timocrates

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.

βούλομαι δʼ ὑμῖν τὸ ψήφισμʼ αὔτʼ ἀναγνῶναι τὸ νικῆσαν, ἵνʼ ἴδηθʼ ὅτι πάντα συνταξάμενοι καὶ οὐδὲν ἀπὸ ταὐτομάτου τούτων ἔπραττον. λαβὲ τὸ ψήφισμʼ αὐτοῖς καὶ ἀναγίγνωσκε σύ.

ΨΗΦΙΣΜΑ.

ἐπὶ τῆς Πανδιονίδος πρώτης, ἑνδεκάτῃ τῆς πρυτανείας, Ἐπικράτης εἶπεν, ὅπως ἂν τὰ ἱερὰ θύηται καὶ ἡ διοίκησις ἱκανὴ γένηται καὶ εἴ τινος ἐνδεῖ πρὸς τὰ Παναθήναια διοικηθῇ, τοὺς πρυτάνεις τοὺς τῆς Πανδιονίδος καθίσαι νομοθέτας αὔριον, τοὺς δὲ νομοθέτας εἶναι ἕνα καὶ χιλίους ἐκ τῶν ὀμωμοκότων, συννομοθετεῖν δὲ καὶ τὴν βουλήν.

ἐνθυμήθητε ἀναγιγνωσκομένου τοῦ ψηφίσματος ὡς τεχνικῶς ὁ γράφων αὐτὸ τὴν διοίκησιν καὶ τὸ τῆς ἑορτῆς προστησάμενος κατεπεῖγον, ἀνελὼν τὸν ἐκ τῶν νόμων χρόνον, αὐτὸς ἔγραψεν αὔριον νομοθετεῖν, οὐ μὰ Δίʼ οὐχ ἵνʼ ὡς κάλλιστα γένοιτό τι τῶν περὶ τὴν ἑορτήν (οὐδὲ γὰρ ἦν ὑπόλοιπον οὐδʼ ἀδιοίκητον οὐδέν), ἀλλʼ ἵνα μὴ προαισθομένου μηδενὸς ἀνθρώπων μηδʼ ἀντειπόντος τεθείη καὶ γένοιτο κύριος αὐτοῖς ὅδʼ ὁ νῦν ἀγωνιζόμενος νόμος.