Against Timocrates
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
ὅταν μὲν γὰρ λέγῃ, ὅπως μηδεὶς Ἀθηναίων δεθήσεται, μὴ λανθανέτω ψευδόμενος ὑμᾶς. οὐ γὰρ τοῦτο τέθηκεν, ἀλλʼ ὅπως ὑμεῖς ἄκυροι τῶν προστιμημάτων ἔσεσθε· καὶ τὴν μεθʼ ὅρκου καὶ λόγου καὶ κρίσεως ψῆφον ἐνηνεγμένην ἀνάδικον καθίστησιν. μὴ δὴ ταῦθʼ ὑμῖν τῶν ἐκ τοῦ νόμου ῥημάτων ἐκλέξας λεγέτω, ἃ φιλανθρωπότατʼ ἐστὶν ἀκοῦσαι· ἀλλʼ ὅλον δεικνύτω τὸν νόμον ἑξῆς, καὶ τὰ συμβαίνοντʼ ἐξ αὐτοῦ σκοπεῖν ἐάτω. εὑρήσετε γὰρ ταῦτʼ ὄνθʼ ἃ ἐγὼ λέγω, καὶ οὐχ ἅ φησιν οὗτος.
ἀλλὰ μὴν πρός γε τὸ τοῖς πολλοῖς συμφέρειν τοὺς νόμους πράους καὶ μετρίους εἶναι τάδε χρὴ σκοπεῖν. ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, δύʼ εἴδη περὶ ὧν εἰσιν οἱ νόμοι κατὰ πάσας τὰς πόλεις· ὧν τὸ μέν ἐστιν, διʼ ὧν χρώμεθʼ ἀλλήλοις καὶ συναλλάττομεν καὶ περὶ τῶν ἰδίων ἃ χρὴ ποιεῖν διωρίσμεθα καὶ ζῶμεν ὅλως τὰ πρὸς ἡμᾶς αὐτούς, τὸ δέ, ὃν τρόπον δεῖ τῷ κοινῷ τῆς πόλεως ἕνʼ ἕκαστον ἡμῶν χρῆσθαι, ἂν πολιτεύεσθαι βούληται καὶ φῇ κήδεσθαι τῆς πόλεως.