Against Timocrates

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.

ταῦτα μὲν τοίνυν, ἃ πρότερον ζῆλον πολὺν εἶχε καὶ φιλοτιμίαν ὑμῖν, ἠφάνισται καθαιρεθέντων τῶν στεφάνων· ἐπὶ ταῖς φιάλαις δʼ ἃς ἀντʼ ἐκείνων ἐποιήσαθʼ ὑμῖν ὁ πόρνος οὗτος, Ἀνδροτίωνος ἐπιμελουμένου ἐπιγέγραπται, καὶ οὗ τὸ σῶμʼ ἡταιρηκότος οὐκ ἐῶσιν οἱ νόμοι εἰς τὰ ἱέρʼ εἰσιέναι, τούτου τοὔνομʼ ἐν τοῖς ἱεροῖς ἐπὶ τῶν φιαλῶν γεγραμμένον ἐστίν. ὅμοιόν γε, οὐ γάρ; τοῦτο τοῖς προτέροις ἐπιγράμμασιν, ἢ φιλοτιμίαν ἴσην ἔχον ὑμῖν.

τρία τοίνυν ἐκ τούτου τὰ δεινότατʼ ἄν τις ἴδοι πεπραγμένʼ αὐτοῖς. τὴν μὲν γὰρ θεὸν τοὺς στεφάνους σεσυλήκασιν· τῆς πόλεως δὲ τὸν ζῆλον ἠφανίκασιν τὸν ἐκ τῶν ἔργων, ὧν ὑπόμνημʼ ἦσαν ὄντες οἱ στέφανοι· τοὺς δʼ ἀναθέντας δόξαν οὐ μικρὰν ἀφῄρηνται, τὸ δοκεῖν ὧν ἂν εὖ πάθωσʼ ἐθέλειν μεμνῆσθαι. καὶ τοιαῦτα καὶ τοσαῦτα τὸ πλῆθος κάκʼ εἰργασμένοι εἰς τοῦτʼ ἀναισθησίας καὶ τόλμης προεληλύθασιν, ὥσθʼ ὁ μὲν οἴεται διʼ ἐκεῖνον ὑφʼ ὑμῶν σωθήσεσθαι, ὁ δὲ παρακάθηται καὶ οὐ καταδύεται τοῖς πεπραγμένοις.