Against Timocrates

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.

φέρε γὰρ πρὸς Διός, ἔστιν ὅστις ἂν ἢ πρόεδρός ποτʼ ἐπεψήφισεν ἢ πρύτανις τούτων τι τῶν ἐν τῷ νόμῳ γεγραμμένων; ἐγὼ μὲν οὐδένʼ ἂν οἶμαι. πῶς οὖν τοῦθʼ ὑπέδυ; νόμον ἔθετʼ ὄνομα τοῖς αὑτοῦ κακουργήμασιν. οὐ γὰρ ἁπλῶς, οὐδʼ ὅπως ἔτυχον, ποιοῦσι κακῶς ὑμᾶς, ἀλλʼ ἐσκεμμένως καὶ τοῦτʼ αὐτὸ πράττοντες, οὐχ οὗτοι μόνον, ἀλλὰ πολλοὶ τῶν πολιτευομένων, οἳ τούτῳ παριόντες αὐτίκα δὴ μάλα συναπολογήσονται, οὐ μὰ Δίʼ οὐ Τιμοκράτει χαρίσασθαι βουλόμενοι, πόθεν; ἀλλʼ αὑτῷ συμφέρειν ἕκαστος ἡγούμενος τὸν νόμον. ὥσπερ τοίνυν οὗτοι σφίσιν αὐτοῖς βοηθοῦσιν ἐφʼ ὑμᾶς, οὕτω δεῖ καὶ ὑμᾶς ὑμῖν αὐτοῖς βοηθεῖν.

καίτοι ἀνερωτῶντός τινος αὐτὸν ὅτου ἕνεκα τοιαῦτʼ ἠθέλησε γράφειν, καὶ διεξιόντος ὡς χαλεπὸν τὸν ἀγῶνʼ ὑπολαμβάνοι τόνδε, τετυφῶσθαι τὸν ταῦτα λέγοντʼ ἔφη· συμπαρέσεσθαι γὰρ Ἀνδροτίωνʼ ἑαυτῷ, καὶ τοιούτους λόγους σχολὴν ἄγοντʼ ἐσκέφθαι περὶ πάντων ὥστʼ εὖ εἰδέναι ὅτι οὐδὲν αὐτῷ γενήσοιτο φλαῦρον ἀπὸ τῆς γραφῆς τῆσδε.