Against Timocrates

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.

νῦν δὲ ταῦθʼ ὑμῖν τεκμήριʼ ἔστω ὅτι ἔξεστι δῆσαι· παντελῶς γὰρ ἤδη ἄκυρʼ ἂν ἦν τὰ τιμήματα. ἔπειτα δʼ, ὦ ἄνδρες δικασταί, τοῦτο τὸ γράμμα αὐτὸ μὲν καθʼ αὑτὸ οὐκ ἔστι νόμος, τὸ οὐδὲ δήσω Ἀθηναίων οὐδένα, ἐν δὲ τῷ ὅρκῳ τῷ βουλευτικῷ γέγραπται, ἵνα μὴ συνιστάμενοι οἱ ῥήτορες οἱ ἐν τῇ βουλῇ δεσμὸν κατά τινος τῶν πολιτῶν λέγοιεν.

ἄκυρον οὖν τοῦ δῆσαι τὴν βουλὴν ποιῶν ὁ Σόλων τοῦτο πρὸς τὸν ὅρκον τὸν βουλευτικὸν προσέγραψεν, ἀλλʼ οὐ πρὸς τὸν ὑμέτερον· ἁπάντων γὰρ κυριώτατον ᾤετο δεῖν εἶναι τὸ δικαστήριον, καὶ ὅ τι γνοίη, τοῦτο πάσχειν τὸν ἁλόντα. ἀναγνώσεται δʼ ὑμῖν αὐτοῦ τούτου ἕνεκα τὸν τῶν ἡλιαστῶν ὅρκον. λέγε σύ.

ΟΡΚΟΣ ΗΛΙΑΣΤΩΝ.

ψηφιοῦμαι κατὰ τοὺς νόμους καὶ τὰ ψηφίσματα τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῆς βουλῆς τῶν πεντακοσίων. καὶ τύραννον οὐ ψηφιοῦμαι εἶναι οὐδʼ ὀλιγαρχίαν· οὐδʼ ἐάν τις καταλύῃ τὸν δῆμον τὸν Ἀθηναίων ἢ λέγῃ ἢ ἐπιψηφίζῃ παρὰ ταῦτα, οὐ πείσομαι· οὐδὲ τῶν χρεῶν τῶν ἰδίων ἀποκοπὰς οὐδὲ γῆς ἀναδασμὸν τῆς Ἀθηναίων οὐδʼ οἰκιῶν· οὐδὲ τοὺς φεύγοντας κατάξω, οὐδὲ ὧν θάνατος κατέγνωσται, οὐδὲ τοὺς μένοντας ἐξελῶ παρὰ τοὺς νόμους τοὺς κειμένους καὶ τὰ ψηφίσματα τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῆς βουλῆς οὔτʼ αὐτὸς ἐγὼ οὔτʼ ἄλλον οὐδένα ἐάσω.

οὐδʼ ἀρχὴν καταστήσω ὥστʼ ἄρχειν ὑπεύθυνον ὄντα ἑτέρας ἀρχῆς, καὶ τῶν ἐννέα ἀρχόντων καὶ τοῦ ἱερομνήμονος καὶ ὅσοι μετὰ τῶν ἐννέα ἀρχόντων κυαμεύονται ταύτῃ τῇ ἡμέρᾳ, καὶ κήρυκος καὶ πρεσβείας καὶ συνέδρων· οὐδὲ δὶς τὴν αὐτὴν ἀρχὴν τὸν αὐτὸν ἄνδρα, οὐδὲ δύο ἀρχὰς ἄρξαι τὸν αὐτὸν ἐν τῷ αὐτῷ ἐνιαυτῷ. οὐδὲ δῶρα δέξομαι τῆς ἡλιάσεως ἕνεκα οὔτʼ αὐτὸς ἐγὼ οὔτʼ ἄλλος ἐμοὶ οὔτʼ ἄλλη εἰδότος ἐμοῦ, οὔτε τέχνῃ οὔτε μηχανῇ οὐδεμιᾷ.

καὶ γέγονα οὐκ ἔλαττον ἢ τριάκοντα ἔτη. καὶ ἀκροάσομαι τοῦ τε κατηγόρου καὶ τοῦ ἀπολογουμένου ὁμοίως ἀμφοῖν, καὶ διαψηφιοῦμαι περὶ αὐτοῦ οὗ ἂν ἡ δίωξις ᾖ. ἐπομνύναι Δία, Ποσειδῶ, Δήμητρα, καὶ ἐπαρᾶσθαι ἐξώλειαν ἑαυτῷ καὶ οἰκίᾳ τῇ ἑαυτοῦ, εἴ τι τούτων παραβαίνοι, εὐορκοῦντι δὲ πολλὰ κἀγαθὰ εἶναι.

ἐνταῦθʼ οὐκ ἔνι, ὦ ἄνδρες δικασταί, οὐδὲ δήσω Ἀθηναίων οὐδένα. τὰ γὰρ κρίνοντα τὰς κρίσεις ἁπάσας τὰ δικαστήριʼ ἐστίν, οἷς ἐξουσία ἐστὶ καὶ δεσμὸν καὶ ἄλλʼ ὅ τι ἂν βούλωνται καταγιγνώσκειν.

ὡς μὲν οὖν ἔξεστιν ὑμῖν δεσμὸν καταγιγνώσκειν ταῦτʼ ἐπιδείκνυμι· ὡς δὲ τὰ δεδικασμένʼ ἄκυρα ποιεῖν καὶ δεινὸν καὶ ἀνόσιόν ἐστι καὶ δήμου κατάλυσις, πάντας ἂν οἶμαι ὁμολογῆσαι. ἡ γὰρ πόλις ἡμῶν, ὦ ἄνδρες δικασταί, νόμοις καὶ ψηφίσμασιν διοικεῖται. εἰ δή τις τὰ ψήφῳ κεκριμένα νόμῳ καινῷ λύσει, τί πέρας ἔσται; ἢ πῶς τοῦτον δίκαιόν ἐστι νόμον προσαγορεύειν, ἀλλʼ οὐκ ἀνομίαν; ἢ πῶς οὐ τῆς μεγίστης ὀργῆς ὁ τοιοῦτος νομοθέτης ἄξιός ἐστιν;

ἐγὼ μὲν γὰρ τῶν ἐσχάτων νομίζω, οὐχ ὅτι τοῦτον μόνον τὸν νόμον ἔθηκεν, ἀλλʼ ὅτι καὶ τοῖς ἄλλοις ὁδὸν δείκνυσι καὶ περὶ δικαστηρίων καταλύσεως καὶ περὶ τῶν φευγόντων καθόδου καὶ περὶ τῶν ἄλλων τῶν δεινοτάτων. τί γὰρ κωλύει, ὦ ἄνδρες δικασταί, εἰ οὗτος χαίρων ἀπαλλάξει ὁ τοιοῦτον νόμον τιθείς, ἕτερον φανῆναι ἄλλο τι τῶν τῆς πόλεως ἰσχυροτάτων καταλύοντα νόμῳ καινῷ;

ἐγὼ μὲν γὰρ οἶμαι οὐδέν. ἀκούω δʼ ἔγωγε καὶ τὸ πρότερον οὕτω καταλυθῆναι τὴν δημοκρατίαν, παρανόμων πρῶτον γραφῶν καταλυθεισῶν καὶ τῶν δικαστηρίων ἀκύρων γενομένων. ἴσως μὲν οὖν ἄν τις ὑπολάβοι ὅτι οὐχ ὁμοίων ὄντων τῶν πραγμάτων νῦν καὶ τότε λέγω περὶ καταλύσεως τοῦ δήμου. ἀλλʼ οὐδὲ σπέρμα δεῖ καταβάλλειν ἐν τῇ πόλει οὐδένα, ὦ ἄνδρες δικασταί, τοιούτων πραγμάτων, οὐδʼ εἰ μήπω ἂν ἐκφύοι, ἀλλὰ τὸν ἐγχειροῦντα λέγειν ἢ ποιεῖν τι τοιοῦτον δίκην διδόναι.

ὅτι τοίνυν καὶ τέχνῃ κακῶς ἐνεχείρησε ποιεῖν ὑμᾶς, ἄξιόν ἐστιν ἀκοῦσαι. ὁρῶν γὰρ ἑκάστοτε πάντας, καὶ τοὺς πολιτευομένους καὶ τοὺς ἰδιώτας, τοὺς νόμους τῶν τῆς πόλεως ἀγαθῶν αἰτίους ὑπολαμβάνοντας, ἐσκόπει πῶς λήσει τούτους καταλύσας, κἂν ἄρα ληφθῇ τοῦτο ποιῶν, μὴ δόξει δεινὸν μηδʼ ἀναιδὲς μηδὲν εἰργάσθαι.

εὗρεν οὖν τοῦθʼ ὃ πεποίηκεν, νόμῳ τοὺς νόμους καταλῦσαι, ἵνα τἀδικήματʼ αὐτοῦ τὸ τῆς σωτηρίας ὄνομʼ ἔχῃ. οἵ τε γὰρ σῴζοντες τὴν πόλιν εἰσὶ νόμοι, ὅν θʼ οὗτος ἔθηκεν οὐδὲν ἐκείνοις τῶν αὐτῶν ἔχοντα, νόμος. τὴν μὲν οὖν τοῦ ὀνόματος φιλανθρωπίαν, ὅτι ταύτην ἂν μάλιστα προσεῖσθε, κατεῖδεν· τὴν δὲ χρείαν, ὅτι τἀναντίʼ ἔχουσα φανήσεται, παρεῖδεν.

φέρε γὰρ πρὸς Διός, ἔστιν ὅστις ἂν ἢ πρόεδρός ποτʼ ἐπεψήφισεν ἢ πρύτανις τούτων τι τῶν ἐν τῷ νόμῳ γεγραμμένων; ἐγὼ μὲν οὐδένʼ ἂν οἶμαι. πῶς οὖν τοῦθʼ ὑπέδυ; νόμον ἔθετʼ ὄνομα τοῖς αὑτοῦ κακουργήμασιν. οὐ γὰρ ἁπλῶς, οὐδʼ ὅπως ἔτυχον, ποιοῦσι κακῶς ὑμᾶς, ἀλλʼ ἐσκεμμένως καὶ τοῦτʼ αὐτὸ πράττοντες, οὐχ οὗτοι μόνον, ἀλλὰ πολλοὶ τῶν πολιτευομένων, οἳ τούτῳ παριόντες αὐτίκα δὴ μάλα συναπολογήσονται, οὐ μὰ Δίʼ οὐ Τιμοκράτει χαρίσασθαι βουλόμενοι, πόθεν; ἀλλʼ αὑτῷ συμφέρειν ἕκαστος ἡγούμενος τὸν νόμον. ὥσπερ τοίνυν οὗτοι σφίσιν αὐτοῖς βοηθοῦσιν ἐφʼ ὑμᾶς, οὕτω δεῖ καὶ ὑμᾶς ὑμῖν αὐτοῖς βοηθεῖν.

καίτοι ἀνερωτῶντός τινος αὐτὸν ὅτου ἕνεκα τοιαῦτʼ ἠθέλησε γράφειν, καὶ διεξιόντος ὡς χαλεπὸν τὸν ἀγῶνʼ ὑπολαμβάνοι τόνδε, τετυφῶσθαι τὸν ταῦτα λέγοντʼ ἔφη· συμπαρέσεσθαι γὰρ Ἀνδροτίωνʼ ἑαυτῷ, καὶ τοιούτους λόγους σχολὴν ἄγοντʼ ἐσκέφθαι περὶ πάντων ὥστʼ εὖ εἰδέναι ὅτι οὐδὲν αὐτῷ γενήσοιτο φλαῦρον ἀπὸ τῆς γραφῆς τῆσδε.

καὶ δῆτα καὶ τεθαύμακα τὴν ἀναισχυντίαν τὴν τούτου τε κἀκείνου, τοῦ μέν, εἰ καλεῖ, τοῦ δέ, εἰ πάρεισι καὶ συναπολογήσεται. μαρτυρία γὰρ δήπου φανερὰ γενήσεται πᾶσιν ὑμῖν ὅτι τὸν νόμον τούτου ἕνεκʼ ἐτίθει, ἀλλʼ οὐκ ἐπὶ πᾶσι τὸν αὐτόν. ὅμως δὲ καὶ περὶ τῶν ἐκείνῳ πεπολιτευμένων ὑμᾶς μικρὰ βέλτιόν ἐστιν ἀκοῦσαι, καὶ τούτων ταῦθʼ ὧν κεκοινώνηκεν οὗτος, καὶ διʼ ἃ τοῦτον οὐδὲν ἧττον ἐκείνου δικαίως ἂν μισοῖτε. λέξω δʼ οὐδὲν ὧν ἀκηκόαθʼ ὑμεῖς, εἰ μή τινες ἄρʼ ἐπὶ τοῖς Εὐκτήμονι γιγνομένοις ἀγῶσι παρῆσαν.

καὶ πρῶτον μέν, ἐφʼ ᾧ μέγιστον φρονεῖ, τὴν τῶν χρημάτων εἴσπραξιν ἐξετάσωμεν αὐτοῦ, ἣν μετὰ τούτου τοῦ χρηστοῦ πάντας εἰσέπραξεν ὑμᾶς. αἰτιασάμενος γὰρ Εὐκτήμονα τὰς ὑμετέρας ἔχειν εἰσφοράς, καὶ τοῦτʼ ἐξελέγξειν ἢ παρʼ ἑαυτοῦ καταθήσειν ὑποσχόμενος, καταλύσας ψηφίσματι κληρωτὴν ἀρχὴν ἐπὶ τῇ προφάσει ταύτῃ, ἐπὶ τὴν εἴσπραξιν παρέδυ, καὶ τοῦτον προὐβάλετο, εἰπὼν τὴν τοῦ σώματος ἀρρωστίαν, ἵνʼ, ἔφη, συνδιοικῇ μοι.

δημηγορίαν δʼ ἐπὶ τούτοις ποιούμενος, ὡς ἔστι τριῶν αἵρεσις, ἢ τὰ πομπεῖα κατακόπτειν ἢ πάλιν εἰσφέρειν ἢ τοὺς ὀφείλοντας εἰσπράττειν, αἱρουμένων εἰκότως ὑμῶν τοὺς ὀφείλοντας εἰσπράττειν, ταῖς ὑποσχέσεσιν κατέχων καὶ διὰ τὸν καιρὸν ὃς ἦν τότʼ ἔχων ἐξουσίαν, τοῖς μὲν κειμένοις νόμοις περὶ τούτων οὐκ ᾤετο δεῖν χρῆσθαι, οὐδʼ, εἰ μὴ τούτους ἐνόμιζʼ ἱκανούς, ἑτέρους τιθέναι, ψηφίσματα δʼ εἶπεν ἐν ὑμῖν δεινὰ καὶ παράνομα, διʼ ὧν ἠργολάβει, προσαγωγεῖ τούτῳ χρώμενος τῶν λημμάτων.

καὶ πολλὰ τῶν ὑμετέρων κέκλοφεν μετὰ τούτου, γράψας τοὺς ἕνδεκα καὶ τοὺς ἀποδέκτας καὶ τοὺς ὑπηρέτας ἀκολουθεῖν μεθʼ αὑτοῦ. εἶτʼ ἔχων τούτους ἦγʼ ἐπὶ τὰς ὑμετέρας οἰκίας, καὶ σύ, ὦ Τιμόκρατες, συνηκολούθεις μόνος τῶν συναρχόντων δέκʼ ὄντων. καὶ μηδεὶς ὑπολαμβανέτω με λέγειν ὡς οὐ χρῆν εἰσπράττειν τοὺς ὀφείλοντας. χρῆν γάρ. ἀλλὰ πῶς; ὡς ὁ νόμος ἀγορεύει· τῶν ἄλλων ἕνεκα· τοῦτο γάρ ἐστι δημοτικόν. οὐ γὰρ τοσοῦτον, ὦ ἄνδρες Ἀθηναῖοι, πέντε ταλάντων ὑμῖν, ὧν οὗτοι τότʼ εἰσέπραξαν, τεθέντων ὠφέλησθε, ὅσον βέβλαφθε τοιούτων ἐθῶν εἰς τὴν πολιτείαν εἰσαγομένων.

εἰ γὰρ θέλετʼ ἐξετάσαι τίνος εἵνεκα μᾶλλον ἄν τις ἕλοιτʼ ἐν δημοκρατίᾳ ζῆν ἢ ἐν ὀλιγαρχίᾳ, τοῦτʼ ἂν εὕροιτε προχειρότατον, ὅτι πάντα πραότερʼ ἐν δημοκρατίᾳ. ὅτι μὲν τοίνυν τῆς ὅπου βούλεσθʼ ὀλιγαρχίας πολλῷ ἀσελγέστερα καὶ δεινότερʼ ἐποίουν οὗτοι, παραλείψω. ἀλλὰ παρʼ ἡμῖν πότε πώποτε δεινότατʼ ἐν τῇ πόλει γέγονεν;

εὖ οἶδʼ ὅτι ἐπὶ τῶν τριάκοντα ἅπαντες ἂν εἴποιτε. τότε τοίνυν, ὡς ἔστιν ἀκούειν, οὐδεὶς ἔστιν ὅστις ἀπεστερεῖτο τοῦ σωθῆναι, ὅστις ἑαυτὸν οἴκοι κρύψειεν, ἀλλʼ αὐτὸ τοῦτο κατηγοροῦσι τῶν τριάκοντα, ὅτι τοὺς ἐκ τῆς ἀγορᾶς ἀδίκως ἀπῆγον. οὗτοι τοίνυν τοσαύτην ὑπερβολὴν ἐποιήσαντʼ ἐκείνων τῆς αὑτῶν πονηρίας ὥστʼ ἐν δημοκρατίᾳ πολιτευόμενοι τὴν ἰδίαν οἰκίαν ἑκάστῳ δεσμωτήριον καθίστασαν, τοὺς ἕνδεκʼ ἄγοντες ἐπὶ τὰς οἰκίας.