Against Timocrates

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.

οὐ γὰρ ἐρῶ ὅτι αὐτὸς Ἀνδροτίων ἦγεν εἰς τὸ δεσμωτήριον καὶ ἔδει τούτου κειμένου τοῦ νόμου, ἀλλʼ ἐφʼ οἷς κεῖται ὁ νόμος οὗτος, διδάξω ὑμᾶς. οὗτος γάρ, ὦ ἄνδρες δικασταί, οὐκ ἐπὶ τοῖς κεκριμένοις καὶ ἠγωνισμένοις κεῖται, ἀλλʼ ἐπὶ τοῖς ἀκρίτοις, ἵνα μὴ διὰ τὸ δεδέσθαι χεῖρον ἀναγκάζοιντʼ ἀγωνίζεσθαι ἢ καὶ παντάπασιν ἀπαράσκευοι εἶεν. οὑτοσὶ δέ, ἃ ἐπὶ τοῖς ἀκρίτοις κεῖται, ὡς περὶ ἁπάντων εἰρημένα μέλλει πρὸς ὑμᾶς λέγειν.

ὡς δὲ σαφῶς γνώσεσθʼ ὅτι ἀληθῆ λέγω, ἐγὼ ὑμῖν ἐρῶ. οὔτε γὰρ ἄν, ὦ ἄνδρες δικασταί, τιμᾶν ἐξῆν ὑμῖν ὅ τι χρὴ παθεῖν ἢ ἀποτεῖσαι (ἐν γὰρ τῷ παθεῖν καὶ ὁ δεσμὸς ἔνι· οὐκ ἂν οὖν ἐξῆν δεσμοῦ τιμῆσαι), οὔθʼ ὅσων ἔνδειξίς ἐστιν ἢ ἀπαγωγὴ προσεγέγραπτʼ ἂν ἐν τοῖς νόμοις τὸν δʼ ἐνδειχθέντα ἢ ἀπαχθέντα δησάντων οἱ ἕνδεκα ἐν τῷ ξύλῳ, εἴπερ μὴ ἐξῆν ἄλλους ἢ τοὺς ἐπὶ προδοσίᾳ τῆς πόλεως ἢ ἐπὶ καταλύσει τοῦ δήμου συνιόντας ἢ τοὺς τὰ τέλη ὠνουμένους καὶ μὴ καταβάλλοντας δῆσαι.