Against Timocrates

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.

σὺ τοίνυν τὸ παθεῖν ἀφαιρεῖς τὸν δεσμὸν ἀφιείς· καὶ ταῦτα τίσιν; τοῖς κλέπταις, τοῖς ἱεροσύλοις, τοῖς πατραλοίαις, τοῖς ἀνδροφόνοις, τοῖς ἀστρατεύτοις, τοῖς λιποῦσι τὰς τάξεις· τούτους γὰρ πάντας σῴζεις τῷ νόμῳ. καίτοι ὅστις ἐν δημοκρατίᾳ νομοθετῶν μήθʼ ὑπὲρ τῶν ἱερῶν μήθʼ ὑπὲρ τοῦ δήμου νομοθετεῖ, ἀλλʼ ὑπὲρ ὧν εἶπον ἀρτίως, πῶς οὐ δίκαιός ἐστι τῆς ἐσχάτης τιμωρίας τυχεῖν;

οὐ γὰρ δὴ ἐρεῖ γʼ ὡς τοὺς τοιούτους οὐ καὶ προσήκει καὶ οἱ νόμοι κελεύουσιν ταῖς μεγίσταις τιμωρίαις ἐνόχους εἶναι, οὐδʼ ὡς οὗτοι, ὑπὲρ ὧν εὕρηκε τὸν νόμον, οὐ καὶ κλέπται καὶ ἱερόσυλοί εἰσιν, τὰ μὲν ἱερά, τὰς δεκάτας τῆς θεοῦ καὶ τὰς πεντηκοστὰς τῶν ἄλλων θεῶν, σεσυληκότες καὶ ἀντὶ τοῦ ἀποδοῦναι αὐτοὶ ἔχοντες, τὰ δʼ ὅσια, ἃ ἐγίγνετο ὑμέτερα, κεκλοφότες. διαφέρει δὲ τοσοῦτον αὐτῶν ἡ ἱεροσυλία τῶν ἄλλων, ὅτι τὴν ἀρχὴν οὐδʼ ἀνήνεγκαν εἰς τὴν ἀκρόπολιν, δέον αὐτούς.