Against Timocrates
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
ᾤετο γὰρ δεῖν τόν γε τὰ αἴσχρʼ ἔργʼ ἐργαζόμενον μὴ ἃ ὑφείλετο μόνον ἀποδόντʼ ἀπηλλάχθαι (πολλοὶ γὰρ ἂν αὐτῷ ἐδόκουν οὕτω γʼ οἱ κλέπται ἔσεσθαι, εἰ μέλλοιεν λαθόντες μὲν ἕξειν, μὴ λαθόντες δʼ αὐτὰ μόνον καταθήσειν), ἀλλὰ ταῦτα μὲν διπλάσια καταθεῖναι, δεθέντα δὲ πρὸς τούτῳ τῷ τιμήματι ἐν αἰσχύνῃ ζῆν ἤδη τὸν ἄλλον βίον. ἀλλʼ οὐ Τιμοκράτης, ἀλλʼ ὅπως ἁπλᾶ μέν, ἃ δεῖ διπλάσια, καταθήσουσιν παρεσκεύασε, μηδʼ ὁτιοῦν δʼ ἐπιτίμιον ἔσται πρὸς τούτοις.
καὶ οὐκ ἀπέχρησεν ὑπὲρ τῶν μελλόντων αὐτῷ ταῦτʼ ἀδικεῖν, ἀλλὰ καὶ εἴ τις ἄρʼ ἠδικηκὼς καὶ κεκολασμένος ἦν, καὶ τοῦτον ἀφῆκεν. καίτοι ἔγωγʼ ᾤμην δεῖν τὸν νομοθετοῦντα περὶ τῶν μελλόντων ἔσεσθαι, οἷα δεῖ γίγνεσθαι καὶ ὡς ἕκαστʼ ἔχειν, καὶ τὰς τιμωρίας ὁποίας τινὰς ἐφʼ ἑκάστοις δεῖ τοῖς ἀδικήμασιν εἶναι, περὶ τούτων νομοθετεῖν· τοῦτο γάρ ἐστι τὸ ἐφʼ ἅπασι τοῖς πολίταις κοινοὺς τοὺς νόμους τιθέναι. τὸ δὲ περὶ τῶν γεγονότων πραγμάτων νόμους γράφειν, οὐ νομοθετεῖν ἐστιν, ἀλλὰ τοὺς ἀδικοῦντας σῴζειν.