Against Timocrates
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
τοῦ μὲν ἀγῶνος, ὦ ἄνδρες δικασταί, τοῦ παρόντος οὐδʼ ἂν αὐτὸν οἶμαι Τιμοκράτην εἰπεῖν ὡς αἴτιός ἐστιν ἄλλος τις αὐτῷ πλὴν αὐτὸς αὑτῷ. χρημάτων γὰρ οὐκ ὀλίγων ἀποστερῆσαι βουλόμενος τὴν πόλιν, παρὰ πάντας τοὺς νόμους νόμον εἰσήνεγκεν οὔτʼ ἐπιτήδειον οὔτε δίκαιον, ὦ ἄνδρες δικασταί· ὃς τὰ μὲν ἄλλʼ ὅσα λυμανεῖται καὶ χεῖρον ἔχειν τὰ κοινὰ ποιήσει, κύριος εἰ γενήσεται, τάχα δὴ καθʼ ἕκαστον ἀκούοντες ἐμοῦ μαθήσεσθε, ἓν δʼ, ὃ μέγιστον ἔχω καὶ προχειρότατον πρὸς ὑμᾶς εἰπεῖν, οὐκ ἀποτρέψομαι.
τὴν γὰρ ὑμετέραν ψῆφον, ἣν ὀμωμοκότες περὶ πάντων φέρετε, λύει καὶ ποιεῖ τοῦ μηδενὸς ἀξίαν ὁ τουτουὶ νόμος, οὐχ ἵνα κοινῇ τι τὴν πόλιν ὠφελήσῃ (πῶς γάρ; ὅς γε, ἃ δοκεῖ συνέχειν τὴν πολιτείαν, τὰ δικαστήρια, ταῦτʼ ἄκυρα ποιεῖ τῶν προστιμημάτων τῶν ἐπὶ τοῖς ἀδικήμασιν ἐκ τῶν νόμων ὡρισμένων), ἀλλʼ ἵνα τῶν πολὺν χρόνον ὑμᾶς τινες ἐκκεκαρπωμένων καὶ πολλὰ τῶν ὑμετέρων διηρπακότων μηδʼ ἃ κλέπτοντες φανερῶς ἐλήφθησαν καταθῶσιν.
καὶ τοσούτῳ ῥᾷόν ἐστʼ ἰδίᾳ τινὰς θεραπεύειν ἢ τῶν ὑμετέρων δικαίων προΐστασθαι, ὥσθʼ οὗτος μὲν ἔχει παρʼ ἐκείνων ἀργύριον καὶ οὐ πρότερον τοῦτον εἰσήνεγκε ὑπὲρ αὐτῶν τὸν νόμον, ἐμοὶ δʼ ἐν χιλίαις ὑπὲρ ὑμῶν ὁ κίνδυνος· τοσοῦτʼ ἀπέχω τοῦ λαβεῖν τι παρʼ ὑμῶν.
εἰώθασιν μὲν οὖν οἱ πολλοὶ τῶν πράττειν τι προαιρουμένων τῶν κοινῶν λέγειν ὡς ταῦθʼ ὑμῖν σπουδαιότατʼ ἐστὶν καὶ μάλιστʼ ἄξιον προσέχειν τούτοις, ὑπὲρ ὧν ἂν αὐτοὶ τυγχάνωσι ποιούμενοι τοὺς λόγους. ἐγὼ δʼ, εἴπερ τινὶ τοῦτο καὶ ἄλλῳ προσηκόντως εἴρηται, νομίζω κἀμοὶ νῦν ἁρμόττειν εἰπεῖν.
τῶν γὰρ ὄντων ἀγαθῶν τῇ πόλει καὶ τοῦ δημοκρατουμένην καὶ ἐλευθέραν εἶναι ὡς ἄλλο τι τῶν νόμων αἰτιώτερόν ἐστιν, οὐδʼ ἂν ἕνʼ εἰπεῖν οἶμαι. περὶ τοίνυν αὐτοῦ τούτου νῦν ὑμῖν ἐστιν, πότερον δεῖ τοὺς μὲν ἄλλους νόμους, οὓς ἐπὶ τοῖς ἀδικοῦσι τὴν πόλιν ὑμεῖς ἀνεγράψατε, ἀκύρους εἶναι, τόνδε δὲ κύριον, ἢ τοὐναντίον τοῦτον μὲν λῦσαι, κατὰ χώραν δὲ μένειν τοὺς ἄλλους ἐᾶν. τὸ μὲν οὖν πρᾶγμα περὶ οὗ δεῖ νῦν ὑμᾶς γνῶναι, ὡς ἐν κεφαλαίῳ τις ἂν εἴποι, τοῦτʼ ἐστίν.
ἵνα δʼ ὑμῶν μηδεὶς θαυμάζῃ τί δή ποτʼ ἐγὼ μετρίως, ὥς γʼ ἐμαυτὸν πείθω, τὸν ἄλλον χρόνον βεβιωκὼς νῦν ἐν ἀγῶσι καὶ γραφαῖς δημοσίαις ἐξετάζομαι, βούλομαι μικρὰ πρὸς ὑμᾶς εἰπεῖν· ἔσται δὲ ταῦτʼ οὐκ ἄπο τοῦ πράγματος. ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, προσέκρουσʼ ἀνθρώπῳ πονηρῷ καὶ φιλαπεχθήμονι καὶ θεοῖς ἐχθρῷ, ᾧ τελευτῶσʼ ὅλη προσέκρουσεν ἡ πόλις, Ἀνδροτίωνα λέγω.
καὶ τοσούτῳ δεινότερʼ Εὐκτήμονος ἠδικήθην ὑπʼ αὐτοῦ, ὥσθʼ ὁ μὲν Εὐκτήμων εἰς χρήματʼ ἔσθʼ ἃ κακῶς ἔπαθεν, ἐγὼ δʼ, εἰ κατώρθωσεν ἐκεῖνος ἣν ἐπʼ ἔμʼ ἦλθεν ὁδόν, οὐχ ὅτι τῶν ὄντων ἂν ἀπεστερήμην, ἀλλʼ οὐδʼ ἂν ἔζων, οὐδʼ ὃ κοινὸν ἅπασίν ἐστιν, ἀπαλλαγῆναι τοῦ βίου, ῥᾴδιον ἦν ἄν μοι. αἰτιασάμενος γάρ μʼ ἃ καὶ λέγειν ἄν τις ὀκνήσειεν εὖ φρονῶν, τὸν ἐμαυτοῦ πατέρʼ ὡς ἀπέκτονα, ἀσεβείας γραφὴν κατασκευάσας εἰς ἀγῶνα κατέστησεν. ἐν δὲ τούτῳ τὸ πέμπτον μέρος τῶν ψήφων οὐ μεταλαβὼν ὦφλε χιλίας, ἐγὼ δʼ, ὥσπερ ἦν δίκαιον, μάλιστα μὲν διὰ τοὺς θεούς, ἔπειτα δὲ καὶ διὰ τοὺς δικάζοντας ὑμῶν ἐσώθην,
τὸν δʼ εἰς τοιαῦτα καταστήσαντά μʼ ἀδίκως ἀδιάλλακτον ἐχθρὸν ἡγούμην. ἰδὼν δʼ ἠδικηκότα κοινῇ πᾶσαν τὴν πόλιν καὶ περὶ τὴν εἴσπραξιν τῶν εἰσφορῶν καὶ περὶ τὴν ποίησιν τῶν πομπείων, καὶ χρήματα πολλὰ τῆς θεοῦ καὶ τῶν ἐπωνύμων καὶ τῆς πόλεως ἔχοντα καὶ οὐκ ἀποδιδόντα, ἦλθον ἐπʼ αὐτὸν μετʼ Εὐκτήμονος, ἡγούμενος ἁρμόττοντʼ εἰληφέναι καιρὸν τοῦ βοηθῆσαί θʼ ἅμα τῇ πόλει καὶ τιμωρίαν ὑπὲρ ὧν ἐπεπόνθειν λαβεῖν· βουλοίμην δʼ ἂν ἐμέ τε τυχεῖν ὧν βούλομαι τοῦτόν τε παθεῖν ὧν ἄξιός ἐστι.
τοῦ δὲ πράγματος οὐκέτʼ ὄντος ἀμφισβητησίμου, ἀλλὰ πρῶτον μὲν τῆς βουλῆς κατεγνωκυίας, εἶτα τοῦ δήμου μίαν ἡμέραν ὅλην ἐπὶ τούτοις αὐτοῖς ἀναλώσαντος, πρὸς δὲ τούτοις δικαστηρίοιν δυοῖν εἰς ἕνα καὶ χιλίους ἐψηφισμένων, ἐνούσης δʼ οὐδεμιᾶς ἔτʼ ἀποστροφῆς τοῦ μὴ τὰ χρήματʼ ἔχειν ὑμᾶς, Τιμοκράτης οὑτοσὶ τοσοῦθʼ ὑπερεῖδεν ἅπαντα τὰ πράγματα, ὥστε τίθησι τουτονὶ τὸν νόμον, διʼ οὗ τῶν ἱερῶν μὲν χρημάτων τοὺς θεούς, τῶν ὁσίων δὲ τὴν πόλιν ἀποστερεῖ, ἄκυρα δὲ τὰ γνωσθένθʼ ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου καὶ τοῦ δικαστηρίου καθίστησιν, ἄδειαν δὲ τὰ κοινὰ διαρπάζειν τῷ βουλομένῳ πεποίηκεν.
ὑπὲρ δὴ τούτων ἁπάντων λύσιν εὑρίσκομεν ταύτην οὖσαν μόνην, εἰ γραψάμενοι τὸν νόμον καὶ εἰσαγαγόντες εἰς ὑμᾶς λῦσαι δυναίμεθα. ἐξ ἀρχῆς οὖν ἐν βραχέσιν τὰ πραχθέντα δίειμι πρὸς ὑμᾶς, ἵνα μᾶλλον μάθητε καὶ παρακολουθήσητε τοῖς περὶ τὸν νόμον αὐτὸν ἀδικήμασιν.
ψήφισμʼ εἶπεν ἐν ὑμῖν Ἀριστοφῶν ἑλέσθαι ζητητάς, εἰ δέ τις οἶδέν τινʼ ἢ τῶν ἱερῶν ἢ τῶν ὁσίων χρημάτων ἔχοντά τι τῆς πόλεως, μηνύειν πρὸς τούτους. μετὰ ταῦτʼ ἐμήνυσεν Εὐκτήμων ἔχειν Ἀρχέβιον καὶ Λυσιθείδην τριηραρχήσαντας χρήματα Ναυκρατιτικά, τίμημα τάλαντʼ ἐννέα καὶ τριάκοντα μνᾶς. προσῆλθε τῇ βουλῇ, προβούλευμʼ ἐγράφη. μετὰ ταῦτα γενομένης ἐκκλησίας προὐχειροτόνησεν ὁ δῆμος.
ἀναστὰς Εὐκτήμων ἔλεγʼ ἄλλα τε πολλὰ καὶ διεξῆλθεν πρὸς ὑμᾶς ὡς ἔλαβʼ ἡ τριήρης τὸ πλοῖον ἡ Μελάνωπον ἄγουσα καὶ Γλαυκέτην καὶ Ἀνδροτίωνα πρεσβευτὰς ὡς Μαύσωλον, ὡς ἔθεσαν τὴν ἱκετηρίαν ὧν ἦν τὰ χρήμαθʼ ἅνθρωποι, ὡς ἀπεχειροτονήσαθʼ ὑμεῖς μὴ φίλιʼ εἶναι τότε, ἀνέμνησεν ὑμᾶς, τοὺς νόμους ἀνέγνω καθʼ οὓς τοῦτον τὸν τρόπον πραχθέντων τῆς πόλεως γίγνεται τὰ χρήματα.
ἐδόκει δίκαια λέγειν ὑμῖν ἅπασιν. ἀναπηδήσας Ἀνδροτίων καὶ Γλαυκέτης καὶ Μελάνωπος (καὶ ταυτὶ σκοπεῖτʼ ἂν ἀληθῆ λέγω) ἐβόων, ἠγανάκτουν, ἐλοιδοροῦντο, ἀπέλυον τοὺς τριηράρχους, ἔχειν ὡμολόγουν, παρʼ ἑαυτοῖς ζητεῖν ἠξίουν τὰ χρήματα. ταῦτʼ ἀκουσάντων ὑμῶν, ἐπειδή ποτʼ ἐπαύσανθʼ οὗτοι βοῶντες, ἔδωκε γνώμην Εὐκτήμων ὡς δυνατὸν δικαιοτάτην, ὑμᾶς μὲν εἰσπράττειν τοὺς τριηράρχους, ἐκείνοις δʼ εἶναι περὶ αὐτῶν εἰς τοὺς ἔχοντας ἀναφοράν· ἐὰν δʼ ἀμφισβητῆταί τι, ποιεῖν διαδικασίαν, τὸν δʼ ἡττηθέντα, τοῦτον ὀφείλειν τῇ πόλει.
γράφονται τὸ ψήφισμα· εἰς ὑμᾶς εἰσῆλθεν· ἵνα συντέμω, κατὰ τοὺς νόμους ἔδοξεν εἰρῆσθαι καὶ ἀπέφυγεν. ἐνταῦθα τί προσῆκεν; τὰ μὲν χρήματʼ ἔχειν τὴν πόλιν, τὸν δʼ ἀποστεροῦντα κολάζειν· νόμου δʼ οὐδʼ ὁτιοῦν οὐδενὸς δήπου προσέδει. μέχρι μὲν δὴ τούτων οὐδὲν ἠδίκησθʼ ὑπὸ Τιμοκράτους τουτουί. μετὰ ταῦτα δὲ πάντʼ ἀνεδέξατʼ ἐφʼ αὑτὸν τὰ προειρημένα, καὶ πάντʼ ἠδικημένοι φανήσεσθʼ ὑπὸ τούτου· ταῖς γὰρ ἐκείνων τέχναις καὶ πανουργίαις μισθώσας αὑτὸν καὶ παρασχὼν ὑπηρέτην ἐφʼ αὑτὸν ἤγαγεν τἀδικήματα, ὡς ἐγὼ σαφῶς ὑμῖν ἐπιδείξω.
ἀνάγκη δὲ πρῶτον ὑπομνῆσαι τοὺς χρόνους ὑμᾶς καὶ τὸν καιρὸν ἐν ᾧ τίθησι τὸν νόμον· καὶ γὰρ ὑβριστικῶς προσεκκεχλευακὼς ὑμᾶς φανήσεται. ἦν μὲν γὰρ σκιροφοριὼν μὴν ἐν ᾧ τὰς γραφὰς ἥττηντʼ ἐκεῖνοι τὰς κατὰ τοῦ Εὐκτήμονος· μισθωσάμενοι δὲ τοῦτον καὶ οὐδὲ παρεσκευασμένοι τὰ δίκαια ποιεῖν ὑμῖν κατὰ τὴν ἀγορὰν λογοποιοὺς καθίεσαν ὡς ἁπλᾶ μὲν ἕτοιμοι τὰ χρήματʼ ἐκτίνειν, διπλᾶ δʼ οὐ δυνήσονται.
ἦν δὲ ταῦτʼ ἐνέδρα μετὰ χλευασίας καὶ κατασκευασμὸς ὑπὲρ τοῦ λαθεῖν τόνδε τὸν νόμον τεθέντα. μαρτυρεῖ δʼ ὅτι ταῦθʼ οὕτως ἔχει τοὔργον αὐτό· τῶν μὲν γὰρ χρημάτων ἐκείνοις τοῖς χρόνοις δραχμὴν οὐ κατέθηκαν ὑμῖν, νόμῳ δʼ ἑνὶ πλείστους ὑπάρχοντας ἀκύρους ἐποίησαν, καὶ τούτῳ τῶν πώποτʼ ἐν ὑμῖν τεθέντων αἰσχίστῳ καὶ δεινοτάτῳ.
βούλομαι δὴ μικρὰ διεξελθὼν περὶ τῶν κειμένων νόμων, καθʼ οὕς εἰσιν αἱ τοιαίδε γραφαί, περὶ αὐτοῦ τοῦ νόμου λέγειν ὃν γέγραμμαι· γενήσεσθε γὰρ εὐμαθέστεροι πρὸς τὰ λοιπὰ ταῦτα προακούσαντες. ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐν τοῖς οὖσι νόμοις ἡμῖν κυρίοις διωρισμένʼ ἀκριβῶς καὶ σαφῶς πάνθʼ ὅσα δεῖ ποιεῖν περὶ τῶν μελλόντων τεθήσεσθαι νόμων.
καὶ πρῶτον μὲν ἁπάντων χρόνος ἐστὶ γεγραμμένος, ἐν ᾧ προσήκει νομοθετεῖν· εἶτʼ οὐδὲ τόθʼ ὡς ἂν ἑκάστῳ δοκῇ δέδωκε τοῦτο πράττειν, ἀλλὰ προστάττει πρῶτον μὲν ἐκθεῖναι πρόσθεν τῶν ἐπωνύμων γράψαντα σκοπεῖν τῷ βουλομένῳ, μετὰ ταῦτʼ ἐπὶ πᾶσι τὸν αὐτὸν νόμον τιθέναι κελεύει, πρὸς τούτοις λύειν τοὺς ἐναντίους, ἄλλα περὶ ὧν οὐδὲν ἴσως ὑμᾶς κατεπείγει νῦν ἀκοῦσαι. ἂν δέ τις τούτων ἓν παραβῇ, τῷ βουλομένῳ δίδωσι γράφεσθαι.
εἰ μὲν οὖν μὴ πᾶσιν ἦν ἔνοχος τούτοις Τιμοκράτης, καὶ παρὰ πάντα ταῦτʼ εἰσενηνόχει τὸν νόμον, ἓν ἂν αὐτοῦ τις ἐποιεῖτο κατηγόρημα, ὅ τι δήποτε τοῦτʼ ἦν· νῦν δʼ ἀνάγκη καθʼ ἕκαστον, χωρὶς περὶ ἑκάστου διελόμενον, λέγειν. πρῶτον μὲν οὖν, ὅπερ ἠδίκησε πρῶτον, τοῦτʼ ἐρῶ, ὡς παρὰ πάντας τοὺς νόμους ἐνομοθέτει, εἶτα τῶν ἄλλων ἑξῆς ὅ τι ἂν βουλομένοις ὑμῖν ἀκούειν ᾖ. καί μοι λαβὲ τουτουσὶ τοὺς νόμους καὶ ἀνάγνωθι· φανήσεται γὰρ τούτων οὐδὲν πεποιηκώς. προσέχετʼ, ἄνδρες δικασταί, τὸν νοῦν ἀναγιγνωσκομένοις τοῖς νόμοις.
ΕΠΙΧΕΙΡΟΤΟΝΙΑ ΝΟΜΩΝ.
ἐπὶ δὲ τῆς πρώτης πρυτανείας τῇ ἑνδεκάτῃ ἐν τῷ δήμῳ, ἐπειδὰν εὔξηται ὁ κῆρυξ, ἐπιχειροτονίαν ποιεῖν τῶν νόμων, πρῶτον μὲν περὶ τῶν βουλευτικῶν, δεύτερον δὲ τῶν κοινῶν, εἶτα οἳ κεῖνται τοῖς ἐννέα ἄρχουσιν, εἶτα τῶν ἄλλων ἀρχῶν. ἡ δὲ χειροτονία ἔστω ἡ προτέρα, ὅτῳ δοκοῦσιν ἀρκεῖν οἱ νόμοι οἱ βουλευτικοί, ἡ δʼ ὑστέρα, ὅτῳ μὴ δοκοῦσιν· εἶτα τῶν κοινῶν κατὰ ταὐτά. τὴν δʼ ἐπιχειροτονίαν εἶναι τῶν νόμων κατὰ τοὺς νόμους τοὺς κειμένους.