Against Aristocrates

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.

ἔχει δʼ ὁρμητήριον παρὰ πάντα τὸν χρόνον αὑτῷ τετηρημένον τὴν Καρδιανῶν πόλιν, ἣν ἐν ἁπάσαις μὲν ταῖς συνθήκαις ἐξαίρετον αὑτῷ γέγραφεν, τὸ τελευταῖον δὲ καὶ φανερῶς αὐτὴν ἀφείλετο παρʼ ὑμῶν. καίτοι τοῖς ἀπηλλαγμένοις μὲν τοῦ περὶ ἡμῶν τι φρονεῖν ἄδικον, μετὰ πάσης δʼ ἀληθείας ἁπλῶς εὐνοεῖν ἡμῖν ᾑρημένοις τί προσῆκεν αὑτοῖς ὁρμητήριον καταλείπειν χρήσιμον τοῦ πρὸς ἡμᾶς πολέμου;

ἴστε γὰρ δήπου τοῦτο, οἱ μὲν ἀφιγμένοι σαφῶς, οἱ δʼ ἄλλοι τούτων ἀκούοντες, ὅτι τῆς Καρδιανῶν πόλεως ἐχούσης ὡς ἔχει, εἰ γενήσεται τὰ πρὸς τοὺς Θρᾷκας εὐτρεπῆ τῷ Κερσοβλέπτῃ, παρʼ ἡμέραν ἔξεστιν αὐτῷ βαδίζειν ἐπὶ Χερρόνησον ἀσφαλῶς. ὥσπερ γὰρ Χαλκὶς τῷ τόπῳ τῆς Εὐβοίας πρὸς τῆς Βοιωτίας κεῖται, οὕτω Χερρονήσου κεῖται πρὸς τῆς Θρᾴκης ἡ Καρδιανῶν πόλις. ἣν ὃν ἔχει τόπον ὅστις οἶδεν ὑμῶν, οὐδʼ ἐκεῖνʼ ἀγνοεῖ, τίνος εἵνεκα καιροῦ περιπεποίηται καὶ διεσπούδασται μὴ λαβεῖν ὑμᾶς.

ὃν οὐ συμπαρασκευάσαι καθʼ ὑμῶν αὐτῶν ὀφείλετε, ἀλλὰ κωλῦσαι καθʼ ὅσον δυνατὸν καὶ σκοπεῖν ὅπως μὴ γενήσεται, ἐπεὶ ὅτι γʼ οὐδʼ ἂν ὁντινοῦν καιρὸν παρείη, δεδήλωκεν. Φιλίππου γὰρ εἰς Μαρώνειαν ἐλθόντος ἔπεμψεν πρὸς αὐτὸν Ἀπολλωνίδην, πίστεις δοὺς ἐκείνῳ καὶ Παμμένει· καὶ εἰ μὴ κρατῶν τῆς χώρας Ἀμάδοκος ἀπεῖπε Φιλίππῳ μὴ ἐπιβαίνειν, οὐδὲν ἂν ἦν ἐν μέσῳ πολεμεῖν ἡμᾶς πρὸς Καρδιανοὺς ἤδη καὶ Κερσοβλέπτην. καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, λαβὲ τὴν Χάρητος ἐπιστολήν.

ΕΠΙΣΤΟΛΗ.

ταῦτα μέντοι δεῖ σκοπουμένους ἀπιστεῖν καὶ μὴ τετυφῶσθαι, μηδʼ ὡς εὐεργέτῃ προσέχειν τὸν νοῦν. οὐ γὰρ ὧν ἀναγκαζόμενος φίλος εἶναί φησι φενακίζων ὑμᾶς, χάριν ἐστὶ δίκαιον ὀφείλειν Κερσοβλέπτῃ, οὐδʼ ὧν μίκρʼ ἀναλίσκων ἰδίᾳ καὶ τοῖς στρατηγοῖς καὶ τοῖς ῥήτορσιν Χαρίδημος διαπράττεται πρὸς ὑμᾶς ἐπαίνους αὑτοῦ γράφεσθαι· ἀλλʼ ὧν, ὁσαχοῦ κύριος γέγονεν τοῦ πράττειν ὅ τι βούλεται, πανταχοῦ κακῶς ἐπιχειρῶν ἡμᾶς ποιεῖν φαίνεται, τούτων πολὺ μᾶλλον ὀργίζεσθαι προσήκει.

οἱ μὲν τοίνυν ἄλλοι πάντες, ὅσοι τι παρʼ ὑμῶν εὕρηνται πώποτε, ἐφʼ οἷς εὖ πεποιήκασιν ὑμᾶς τετίμηνται, οὗτος δʼ εἷς ἁπάντων τῶν ἄλλων μόνος ἐφʼ οἷς ἐγχειρῶν οὐ δεδύνηται κακῶς ποιῆσαι. καίτοι τῷ τοιούτῳ τὸ δίκης, ἣν ἔδωκε δικαίως ἄν, ἀφεῖσθαι, μεγάλη δωρειὰ παρʼ ὑμῶν ἦν. ἀλλʼ οὐ ταῦτα δοκεῖ τοῖς ῥήτορσιν, ἀλλὰ πολίτης, εὐεργέτης, στέφανοι, δωρειαί, διʼ ἃ τούτοις ἰδίᾳ δίδωσιν· οἱ δʼ ἄλλοι πεφενακισμένοι κάθησθε, τὰ πράγματα θαυμάζοντες.

τὸ τελευταῖον δὲ νυνὶ κἂν φύλακας κατέστησαν ὑμᾶς ἐκείνου διὰ τοῦ προβουλεύματος τούτου, εἰ μὴ τὴν γραφὴν ἐποιησάμεθʼ ἡμεῖς ταυτηνί, καὶ τὸ τοῦ μισθοφόρου καὶ θεραπεύοντος ἐκεῖνον ἔργον ἡ πόλις ἂν διεπράττετο, ἐφρούρει Χαρίδημον. καλόν γʼ, οὐ γάρ; ὦ Ζεῦ καὶ θεοί, ὃς αὐτός ποτε τοὺς ὑμετέρους ἐχθροὺς μισθὸν λαμβάνων ἐδορυφόρει, τοῦτον ὑφʼ ὑμετέρου ψηφίσματος φανῆναι φυλαττόμενον.

ἴσως τοίνυν ἐκεῖνʼ ἄν τίς μʼ ἔροιτο, τί δήποτε ταῦτʼ εἰδὼς οὕτως ἀκριβῶς ἐγὼ καὶ παρηκολουθηκὼς ἐνίοις τῶν ἀδικημάτων εἴασα, καὶ οὔθʼ ὅτʼ αὐτὸν ἐποιεῖσθε πολίτην οὐδὲν ἀντεῖπον, οὔθʼ ὅτʼ ἐπῃνεῖτε, οὔθʼ ὅλως πρότερον, πρὶν τὸ ψήφισμα τουτὶ γενέσθαι, λόγον οὐδένʼ ἐποιησάμην. ἐγὼ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς ὑμᾶς ἅπασαν ἐρῶ τὴν ἀλήθειαν. καὶ γὰρ ὡς ἀνάξιος ἦν ᾔδειν, καὶ παρῆν ὅτε τούτων ἠξιοῦτο, καὶ οὐκ ἀντεῖπον· ὁμολογῶ.

διὰ τί; ὅτι, ὦ ἄνδρες Ἀθηναῖοι, πρῶτον μὲν ἀσθενέστερον ἡγούμην ἔσεσθαι πολλῶν ψευδομένων ἑτοίμως περὶ αὐτοῦ πρὸς ὑμᾶς ἕνα τἀληθῆ λέγοντʼ ἐμαυτόν· ἔπειθʼ ὧν μὲν ἐκεῖνος εὑρίσκετʼ ἐξαπατῶν ὑμᾶς, μὰ τὸν Δία καὶ θεοὺς πάντας οὐδενὸς εἰσῄει μοι φθονεῖν, κακὸν δʼ οὐδὲν ἑώρων ὑπερφυὲς πεισομένους ὑμᾶς, εἴ τινʼ ἠδικηκότα πόλλʼ ἀφίετε καὶ προὐκαλεῖσθέ τι τοῦ λοιποῦ ποιεῖν ὑμᾶς ἀγαθόν· ἐν γὰρ τῷ πολίτην ποιεῖσθαι καὶ στεφανοῦν ταῦτʼ ἐνῆν ἀμφότερα.

ἐπειδὴ δʼ ὁρῶ προσκατασκευαζόμενόν τι τοιοῦτον διʼ οὗ, ἂν μόνον εὐτρεπίσηται τοὺς ἐνθάδʼ ἐξαπατήσοντας ὑμᾶς ὑπὲρ αὑτοῦ, τῶν γʼ ἔξω φίλων καὶ βουλομένων ἄν τι ποιεῖν ὑμᾶς ἀγαθὸν κἀκεῖνον κωλύειν ἐναντία πράττειν ὑμῖν, οἷον Ἀθηνόδωρον λέγω, Σίμωνα, Βιάνορα, Ἀρχέβιον τὸν Βυζάντιον, τοὺς Θρᾷκας τοὺς δύο, τοὺς βασιλέας, τούτων μηδενὶ μήτʼ ἐναντιωθῆναι μήτε κωλύειν ἐκεῖνον ἐξέσται, τηνικαῦθʼ ἥκω καὶ κατηγορῶ.

καὶ νομίζω τὸ μέν, οἷς ἔμελλεν ἐκεῖνος λαβὼν μηδὲν ὑπερμέγεθες τὴν πόλιν βλάψειν, ἀντιλέγειν ἢ κακῶς ἰδίᾳ πεπονθότος ἢ συκοφαντοῦντος εἶναι, τὸ δέ, ἐφʼ οἷς μέγα πρᾶγμʼ ἀλυσιτελὲς τῇ πόλει κατεσκευάζετο, ἐναντιοῦσθαι χρηστοῦ καὶ φιλοπόλιδος ἀνδρὸς ἔργον εἶναι. διὰ ταῦτʼ ἐπʼ ἐκείνοις οὐδὲν εἰπὼν νῦν λέγω.

ἔστιν τοίνυν τις αὐτοῖς τοιοῦτος λόγος διʼ οὗ προσδοκῶσι παράξειν ὑμᾶς, ὡς ὁ Κερσοβλέπτης καὶ Χαρίδημος ἴσως ἐναντίʼ ἔπραττον τῇ πόλει τόθʼ ὅτʼ ἦσαν ἐχθροί, νῦν δὲ φίλοι καὶ χρησίμους παρέχουσιν ἑαυτούς. οὐ δὴ δεῖ μνησικακεῖν· οὐδὲ γὰρ Λακεδαιμονίους ὅτʼ ἐσῴζομεν, οὐκ ἀνεμιμνῃσκόμεθʼ εἴ τι κακῶς ἐποίησαν ἡμᾶς ὄντες ἐχθροί, οὐδὲ Θηβαίους, οὐδʼ Εὐβοέας τὰ τελευταῖα νυνί.

ἐγὼ δʼ ἡγοῦμαι τοῦτον τὸν λόγον, εἰ μὲν ἔν τινι καιρῷ, βοηθείας γεγραμμένης τῷ Κερσοβλέπτῃ καὶ τῷ Χαριδήμῳ, κωλυόντων ἡμῶν ταύτην, ἔλεγον, ὀρθῶς ἂν λέγεσθαι· εἰ δὲ τοιούτου μὲν μηδενὸς ὄντος μηδὲ γεγραμμένου, βουλόμενοι δὲ μείζω τοῦ δέοντος ποιῆσαι διὰ τοῦ παρʼ ὑμῶν ἄδειαν λαβεῖν τοὺς ἐκείνου στρατηγούς, δεινὰ ποιεῖν αὐτοὺς ἡγοῦμαι. οὐ γάρ ἐστι δίκαιον, ἄνδρες Ἀθηναῖοι, τοὺς τῶν σωθῆναι ζητούντων λόγους πρὸς ὑμᾶς λέγειν ὑπὲρ τῶν ὅπως ἀδικεῖν αὑτοῖς ἐξέσται πραττόντων.

χωρὶς δὲ τούτων, εἰ μὲν ἐχθρὸς ὢν κακῶς ἐποίει, φίλος δὲ φήσας μετεβέβλητο, τάχʼ ἂν ταῦτά τις ἤκουεν· ἐπειδὴ δʼ οὐ τοιοῦτʼ ἐστίν, ἀλλʼ ἐξ οὗ φίλος εἶναι προσποιεῖται, ἐκ τούτου πλεῖσθʼ ὑμᾶς ἐξηπάτηκεν, εἰ μὴ καὶ διʼ ἐκεῖνα μισεῖν, διά γε ταῦτʼ ἀπιστεῖν δήπου προσήκει. καὶ μὴν περὶ τοῦ γε μὴ μνησικακεῖν ἔγωγʼ ὡδί πως λέγω· ὁ μὲν εἵνεκα τοῦ κακόν τι ποιεῖν τὰ τοιαῦτʼ ἐξετάζων μνησικακεῖ, ὁ δʼ ὑπὲρ τοῦ μὴ παθεῖν, ἀλλὰ φυλάξασθαι σκοπῶν σωφρονεῖ.

ἴσως τοίνυν καὶ τοιαύτην τινʼ ἐροῦσʼ ὑπόνοιαν, ὡς ὡρμηκότα νῦν τὸν ἄνθρωπον φίλον εἶναι καὶ βουλόμενόν τι ποιεῖν ἀγαθὸν τὴν πόλιν εἰς ἀθυμίαν τρέψομεν, εἰ καταψηφιούμεθα, καὶ ποιήσομεν ὑπόπτως ἔχειν πρὸς ἡμᾶς. ἐγὼ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, θεάσασθʼ ὡς ἔχω. εἰ μετʼ ἀληθείας ἁπλῶς ἦν ἡμῖν φίλος καὶ νὴ Δία πάντʼ ἀγάθʼ ἔμελλεν ἡμᾶς ποιήσειν, οὐδʼ ἂν οὕτως ᾤμην δεῖν τοῦτον ἀκούειν τὸν λόγον· οὐδένα γὰρ ἂν νομίζω τοσαῦτʼ ἀγαθὰ ποιῆσαι, διʼ ὃν ὑμῖν προσήκειν ἐπιορκῆσαι καὶ παρʼ ἃ φαίνεται δίκαια τὴν ψῆφον θέσθαι.

ἐπειδὴ δὲ καὶ φενακίζων καὶ οὐδʼ ὁτιοῦν ὑγιὲς πράττων ἐξελέγχεται, δυοῖν ἀγαθοῖν θάτερον ὑμῖν, ἂν καταψηφίσησθε, συμβήσεται· ἢ γὰρ ἐξαπατῶν παύσεται νομίσας οὐκέτι λανθάνειν, ἢ εἴπερ αὐτῷ βουλομένῳ πρὸς ὑμᾶς ἔστιν οἰκείως ἔχειν ὡς ἀληθῶς, ἀγαθόν τι ποιεῖν πειράσεται, γνοὺς ὅτι τῷ φενακίζειν οὐκέθʼ ἃ βούλεται πράξει. ὥστε καὶ εἰ μηδὲ διʼ ἓν τῶν ἄλλων, διὰ τοῦτο καταψηφίσασθαι συμφέρει.

ἄξιον τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, κἀκεῖνʼ ἐξετάσαι, πῶς ποθʼ οἱ πάλαι τὰς τιμὰς ἔνεμον καὶ τὰς δωρειὰς τοῖς ὡς ἀληθῶς εὐεργέταις, καὶ ὅσοι πολῖται τύχοιεν ὄντες καὶ ὅσοι ξένοι. κἂν μὲν ἴδητʼ ἐκείνους ἄμεινον ὑμῶν, καλὸν τὸ μιμήσασθαι, ἂν δʼ ὑμᾶς αὐτούς, ἐφʼ ὑμῖν ἔσται τὸ πράττειν. πρῶτον μὲν τοίνυν ἐκεῖνοι Θεμιστοκλέα τὸν τὴν ἐν Σαλαμῖνι ναυμαχίαν νικήσαντα καὶ Μιλτιάδην τὸν ἡγούμενον Μαραθῶνι καὶ πολλοὺς ἄλλους, οὐκ ἴσα τοῖς νῦν στρατηγοῖς ἀγάθʼ εἰργασμένους, οὐ χαλκοῦς ἵστασαν οὐδʼ ὑπερηγάπων.

οὐκ ἄρα τοῖς ἑαυτοὺς ἀγαθόν τι ποιοῦσιν χάριν εἶχον; σφόδρα γʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἀπεδίδοσάν γε καὶ αὑτῶν κἀκείνων ἀξίαν· ὄντες γὰρ πολλοῦ πάντες ἄξιοι προὔκρινον ἐκείνους αὑτῶν ἡγεῖσθαι. ἔστι δὲ σώφροσιν ἀνθρώποις καὶ πρὸς ἀλήθειαν βουλομένοις σκοπεῖν πολὺ μείζων τιμὴ τῆς χαλκῆς εἰκόνος τὸ καλῶν κἀγαθῶν ἀνδρῶν κεκρίσθαι πρώτους.

καὶ γάρ τοι τῶν ἔργων τῶν τότʼ, ἄνδρες Ἀθηναῖοι, οὐδενὸς ἀπεστέρησαν ἑαυτούς, οὐδʼ ἔστιν οὐδεὶς ὅστις ἂν εἴποι τὴν ἐν Σαλαμῖνι ναυμαχίαν Θεμιστοκλέους, ἀλλʼ Ἀθηναίων, οὐδὲ τὴν Μαραθῶνι μάχην Μιλτιάδου, ἀλλὰ τῆς πόλεως. νῦν δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πολλοὶ τοῦτο λέγουσιν, ὡς Κέρκυραν εἷλε Τιμόθεος καὶ τὴν μόραν κατέκοψεν Ἰφικράτης καὶ τὴν περὶ Νάξον ἐνίκα ναυμαχίαν Χαβρίας· δοκεῖτε γὰρ αὐτοὶ τῶν ἔργων τούτων παραχωρεῖν τῶν τιμῶν ταῖς ὑπερβολαῖς αἷς δεδώκατʼ ἐπʼ αὐτοῖς ἑκάστῳ τούτων.

τὰς μὲν δὴ πολιτικὰς δωρειὰς οὕτως ἐκεῖνοί τε καλῶς καὶ λυσιτελούντως αὑτοῖς ἐδίδοσαν καὶ ἡμεῖς οὐκ ὀρθῶς· τὰς δὲ τῶν ξένων πῶς; ἐκεῖνοι Μένωνι τῷ Φαρσαλίῳ δώδεκα μὲν τάλαντʼ ἀργυρίου δόντι πρὸς τὸν ἐπʼ Ἠιόνι τῇ πρὸς Ἀμφιπόλει πόλεμον, τριακοσίοις δʼ ἱππεῦσι πενέσταις ἰδίοις βοηθήσαντι, οὐκ ἐψηφίσαντο, αὐτὸν ἄν τις ἀποκτείνῃ, ἀγώγιμον εἶναι, ἀλλὰ πολιτείαν ἔδοσαν καὶ ταύτην ἱκανὴν ὑπελάμβανον εἶναι τὴν τιμήν.

καὶ πάλιν Περδίκκᾳ τῷ κατὰ τὴν τοῦ βαρβάρου ποτʼ ἐπιστρατείαν βασιλεύοντι Μακεδονίας, τοὺς ἀναχωροῦντας ἐκ Πλαταιῶν τῶν βαρβάρων διαφθείραντι καὶ τέλειον τἀτύχημα ποιήσαντι τῷ βασιλεῖ, οὐκ ἐψηφίσαντʼ ἀγώγιμον, ἄν τις ἀποκτείνῃ Περδίκκαν, ᾧ βασιλεὺς ἐχθρὸς διʼ ἡμᾶς ἀπεδέδεικτο, ἀλλὰ πολιτείαν ἔδωκαν μόνον. καὶ γάρ τοι τότε μὲν οὕτω τίμιον ἦν πᾶσιν ἀνθρώποις τὸ γενέσθαι πολίταις παρʼ ὑμῖν ὥσθʼ ὑπὲρ τοῦ τυχεῖν τούτου τηλικαῦθʼ ὑμᾶς ἀγάθʼ ἤθελον ποιεῖν, νῦν δʼ οὕτως ἄτιμον ὥστε τῶν τετυχηκότων πολλοὶ πλείω κακὰ τῶν φανερῶς ἐχθρῶν εἰσιν ὑμᾶς εἰργασμένοι.