Against Androtion
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
πότερʼ οὖν οἴεσθε τούτων ἕκαστον μισεῖν καὶ πολεμεῖν αὐτῷ διὰ τὴν εἰσφορὰν ταύτην, ἢ τὸν μὲν αὐτῶν, ὅτι πάντων ἀκουόντων ὑμῶν ἐν τῷ δήμῳ δοῦλον ἔφη καὶ ἐκ δούλων εἶναι καὶ προσήκειν αὐτῷ τὸ ἕκτον μέρος εἰσφέρειν μετὰ τῶν μετοίκων, τῷ δὲ παῖδας ἐκ πόρνης εἶναι, τοῦ δὲ τὸν πατέρʼ ἡταιρηκέναι, τοῦ δὲ τὴν μητέρα πεπορνεῦσθαι, τὸν δʼ ἀπογράφειν ὅσʼ ὑφείλετʼ ἐξ ἀρχῆς, τὸν δὲ τὸ δεῖνα, τὸν δʼ ὁμοῦ ῥητὰ καὶ ἄρρητα κακά, ἑξῆς ἅπαντας;
ἐγὼ μὲν γὰρ οἶδʼ ὅτι πάντες, εἰς οὓς ἐπαρῴνησεν οὗτος, τὴν μὲν εἰσφορὰν ἕκαστος ἀναγκαῖον ἀνάλωμʼ ὑπελάμβανεν εἶναι, τοιαῦτα δʼ ἀτιμασθεὶς καὶ προπηλακισθεὶς χαλεπῶς ἐνήνοχεν. κἀκεῖνο οἶδα, ὅτι χρήματʼ εἰσπράττειν τοῦτον ἐχειροτονήσαθʼ ὑμεῖς, οὐχὶ τὰς ἰδίας συμφορὰς ὀνειδίζειν καὶ προφέρειν ἑκάστῳ. εἴτε γὰρ ἦσαν ἀληθεῖς, οὐ σοὶ ῥητέαι (πολλὰ γὰρ ἡμῶν ἕκαστος οὐχ ὡς βούλεται πράττει)· εἴτε μὴ προσηκούσας κατεσκεύαζες, πῶς οὐχ ὁτιοῦν ἂν πάθοις δικαίως;
ἔτι τοίνυν ἐκ τοῦδʼ ἀκριβέστερον γνώσεσθʼ ὅτι μισεῖ τοῦτον ἕκαστος οὐ διὰ τὴν εἴσπραξιν, ἀλλʼ ὑπὲρ ὧν ὑβρίσθη καὶ ἐπαρῳνήθη. Σάτυρος γὰρ ὁ τῶν νεωρίων ἐπιμελητὴς οὐχ ἑπτὰ τάλαντʼ εἰσέπραξεν ὑμῖν, ἀλλὰ τέτταρα καὶ τριάκοντα τοὺς αὐτοὺς τούτους ἀνθρώπους, ἐξ ὧν παρέθηκε τὰ σκεύη ταῖς ἐκπλευσάσαις ναυσίν· καὶ οὔτʼ ἐκεῖνος διὰ ταῦτʼ οὐδένʼ ἐχθρὸν αὑτῷ φησὶν εἶναι, οὔτε τῶν εἰσπραχθέντων οὐδεὶς ἐκείνῳ πολεμεῖ. ὁ μὲν γὰρ τὸ προστεταγμένον, οἶμαι, διεπράττετο, σὺ δὲ τῇ σαυτοῦ προπετείᾳ καὶ θρασύτητι λαβὼν ἐξουσίαν πόλλʼ ἀνηλωκότας εἰς τὴν πόλιν ἀνθρώπους καὶ σοῦ βελτίους καὶ ἐκ βελτιόνων ψευδέσι καὶ χαλεποῖς ὀνείδεσιν ᾤου δεῖν περιβάλλειν.
εἶτα ταῦθʼ οὗτοι πεισθῶσʼ ὑπὲρ αὑτῶν σε ποιεῖν, καὶ τὰ τῆς σῆς ἀναισθησίας καὶ πονηρίας ἔργʼ ἐφʼ αὑτοὺς ἀναδέξωνται; ἀλλὰ μισεῖν δικαιότερον διὰ ταῦτά σʼ ὀφείλουσιν ἢ σῴζειν. τὸν γὰρ ὑπὲρ πόλεως πράττοντά τι δεῖ τὸ τῆς πόλεως ἦθος μιμεῖσθαι, καὶ σῴζειν ὑμῖν τοὺς τοιούτους, ὦ ἄνδρες Ἀθηναῖοι, προσήκει, καὶ μισεῖν τοὺς οἵουσπερ οὗτος. ὡς ἐκεῖνʼ εἰδόσιν μὲν ἴσως, ὅμως δʼ ἐρῶ· ὁποίους τινὰς ἂν φαίνησθʼ ἀγαπῶντες καὶ σῴζοντες, τούτοις ὅμοιοι δόξετʼ εἶναι.
ὅτι τοίνυν ὅλως οὐδὲ τὴν εἴσπραξιν αὐτὴν ὑπὲρ ὑμῶν πεποίηται, καὶ τοῦτʼ αὐτίκα δὴ μάλʼ ὑμῖν δῆλον ποιήσω. εἰ γάρ τις ἔροιτʼ αὐτὸν πότερʼ αὐτῷ δοκοῦσʼ ἀδικεῖν μᾶλλον τὴν πόλιν οἱ γεωργοῦντες καὶ φειδόμενοι, διὰ παιδοτροφίας δὲ καὶ οἰκεῖʼ ἀναλώματα καὶ λῃτουργίας ἑτέρας ἐλλελοιπότες εἰσφοράν, ἢ οἱ τὰ τῶν ἐθελησάντων εἰσενεγκεῖν χρήματα καὶ τὰ παρὰ τῶν συμμάχων κλέπτοντες καὶ ἀπολλύντες, οὐκ ἂν εἰς τοῦτο τόλμης δήπου, καίπερ ὢν ἀναιδής, ἔλθοι, ὥστε φῆσαι τοὺς τὰ ἑαυτῶν μὴ εἰσφέροντας μᾶλλον ἀδικεῖν ἢ τοὺς τὰ κοίνʼ ὑφαιρουμένους.
τίνος οὖν ἕνεκʼ, ὦ βδελυρέ, ἐτῶν ὄντων πλειόνων ἢ τριάκοντʼ ἀφʼ οὗ σὺ πολιτεύει, καὶ ἐν τούτῳ τῷ χρόνῳ πολλῶν μὲν στρατηγῶν ἠδικηκότων τὴν πόλιν, πολλῶν δὲ ῥητόρων, οἳ παρὰ τουτοισὶ κέκρινται, ὧν οἱ μὲν τεθνᾶσιν ἐφʼ οἷς ἠδίκουν, οἱ δʼ ὑποχωρήσαντες φεύγουσιν, οὐδενὸς πώποτʼ ἐξητάσθης κατήγορος οὐδʼ ἀγανακτῶν ὤφθης ὑπὲρ ὧν ἡ πόλις πάσχει, οὕτως ὢν θρασὺς καὶ λέγειν δεινός, ἀλλʼ ἐνταῦθʼ ἐφάνης κηδεμὼν ὤν, οὗ σε πολλοὺς ἔδει κακῶς ποιῆσαι;