Against Androtion
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
οἷον πολλὰ μὲν ἄν τις ἔχοι λέγειν καὶ παλαιὰ καὶ καινά· ἃ δʼ οὖν πᾶσι μάλιστʼ ἀκοῦσαι γνώριμα, τοῦτο μέν, εἰ βούλεσθε, οἱ τὰ προπύλαια καὶ τὸν παρθενῶνʼ οἰκοδομήσαντες ἐκεῖνοι καὶ τἄλλʼ ἀπὸ τῶν βαρβάρων ἱερὰ κοσμήσαντες, ἐφʼ οἷς φιλοτιμούμεθα πάντες εἰκότως, ἴστε δήπου τοῦτʼ ἀκοῇ, ὅτι τὴν πόλιν ἐκλιπόντες καὶ κατακλεισθέντες εἰς Σαλαμῖνα, ἐκ τοῦ τριήρεις ἔχειν πάντα μὲν τὰ σφέτερʼ αὐτῶν καὶ τὴν πόλιν τῇ ναυμαχίᾳ νικήσαντες ἔσωσαν, πολλῶν δὲ καὶ μεγάλων ἀγαθῶν τοῖς ἄλλοις Ἕλλησι κατέστησαν αἴτιοι, ὧν οὐδʼ ὁ χρόνος τὴν μνήμην ἀφελέσθαι δύναται.
εἶεν· ἀλλʼ ἐκεῖνα μὲν ἀρχαῖα καὶ παλαιά. ἀλλʼ ἃ πάντες ἑοράκατε, ἴσθʼ ὅτι πρώην Εὐβοεῦσιν ἡμερῶν τριῶν ἐβοηθήσατε καὶ Θηβαίους ὑποσπόνδους ἀπεπέμψατε. ἆρʼ οὖν ταῦτʼ ἐπράξατʼ ἂν οὕτως ὀξέως, εἰ μὴ ναῦς εἴχετε καινὰς ἐν αἷς ἐβοηθήσατε; ἀλλʼ οὐκ ἂν ἐδύνασθε. ἄλλα πόλλʼ ἔχοι τις ἂν εἰπεῖν ἃ τῇ πόλει γέγονʼ ἐκ τοῦ ταύτας κατεσκευάσθαι καλῶς ἀγαθά.
εἶεν· ἐκ δὲ τοῦ κακῶς πόσα δεινά; τὰ μὲν πόλλʼ ἐάσω· ἀλλʼ ἐπὶ τοῦ Δεκελεικοῦ πολέμου (τῶν γὰρ ἀρχαίων ἕν, ὃ πάντες ἐμοῦ μᾶλλον ἐπίστασθε, ὑπομνήσω) πολλῶν καὶ δεινῶν ἀτυχημάτων συμβάντων τῇ πόλει οὐ πρότερον τῷ πολέμῳ παρέστησαν πρὶν τὸ ναυτικὸν αὐτῶν ἀπώλετο. καὶ τί δεῖ τὰ παλαιὰ λέγειν; τὸν τελευταῖον γὰρ ἴστε τὸν πρὸς Λακεδαιμονίους πόλεμον, ὅτε μὲν ναῦς οὐκ ἐδοκεῖτʼ ἀποστεῖλαι δυνήσεσθαι, πῶς διέκειθʼ ἡ πόλις· ἴστʼ ὀρόβους ὄντας ὠνίους. ἐπειδὴ δʼ ἀπεστείλατε, εἰρήνης ἐτύχεθʼ ὁποίας τινὸς ἐβούλεσθε.
ὥστε δικαίως, ὦ ἄνδρες Ἀθηναῖοι, τηλικαύτην ἐχουσῶν ῥοπὴν ἐφʼ ἑκάτερα τῶν τριήρων, τοῦτον ὅρον τεθήκατε τῇ βουλῇ, πότερʼ αὐτὴν δεῖ λαβεῖν τὴν δωρειὰν ἢ οὔ. εἰ γὰρ πάντα τἄλλα διοικήσειε καλῶς, διʼ ὧν δὲ τό τʼ ἐξ ἀρχῆς ταῦτʼ ἐκτησάμεθα καὶ νῦν σῴζομεν, ταύτας μὴ ποιήσαιτο, τὰς τριήρεις λέγω, οὐδὲν ἐκείνων ὄφελος· τὴν γὰρ τῶν ὅλων σωτηρίαν πρῶτον ὑπάρχειν δεῖ παρεσκευασμένην τῷ δήμῳ. οὗτος τοίνυν εἰς τοῦτʼ ἐλήλυθε τοῦ νομίζειν αὑτῷ καὶ λέγειν καὶ γράφειν ἐξεῖναι πᾶν ὅ τι ἂν βούληται, ὥστε βεβουλευκυίας μὲν τἄλλʼ ὃν τρόπον ὑμεῖς ἀκούετε τῆς βουλῆς, οὐ πεποιημένης δὲ τὰς τριήρεις, γέγραφεν δοῦναι τὴν δωρειάν.
καὶ ταῦθʼ ὡς μὲν οὐ παρὰ τὸν νόμον ἐστίν, οὔτʼ ἂν οὗτος ἔχοι λέγειν οὔθʼ ὑμεῖς πεισθείητε· ἀκούω δʼ αὐτὸν τοιοῦτον ἐρεῖν τινʼ ἐν ὑμῖν λόγον, ὡς οὐχ ἡ βουλὴ γέγονʼ αἰτία τοῦ μὴ πεποιῆσθαι τὰς ναῦς, ἀλλʼ ὁ τῶν τριηροποιικῶν ταμίας ἀποδρὰς ᾤχετʼ ἔχων πένθʼ ἡμιτάλαντα, καὶ τὸ πρᾶγμʼ ἀτύχημα συμβέβηκεν. ἐγὼ δὲ πρῶτον μὲν αὐτὸ τοῦτο θαυμάζω, εἰ στεφανοῦν ἐπὶ τοῖς ἠτυχημένοις ἠξίου τὴν βουλήν· τῶν κατορθουμένων γὰρ ἔγωγʼ ἡγούμην ἔργων τὰς τοιαύτας ὡρίσθαι τιμάς· ἔπειτα δὲ κἀκεῖνʼ ἔτι βούλομαι φράσαι πρὸς ὑμᾶς.
οὔ φημι δίκαιον εἶναι περὶ ἀμφοῖν λέγειν, καὶ ὡς οὐ παρὰ τὸν νόμον ἡ δωρειὰ δέδοται, καὶ ὡς οὐ διὰ τὴν βουλὴν οὐκ εἰσὶν αἱ τριήρεις. εἰ μὲν γὰρ διδόναι καὶ μὴ ποιησαμένῃ προσήκει, τί τοῦτο δεῖ λέγειν, διʼ ὅντινα δήποτʼ οὐ πεποίηνται; εἰ δʼ οὐκ ἔξεστι, τί μᾶλλον, ἂν διὰ τὸν δεῖνʼ ἢ τὸν δεῖνʼ ἐπιδείξῃ μὴ πεποιημένας, ἐκείνῃ προσῆκε λαβεῖν;