Against Meidias

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.

ἕτερος ἀδικεῖν ποτʼ ἔδοξεν ὑμῖν περὶ τὰ Διονύσια, καὶ κατεχειροτονήσατʼ αὐτοῦ παρεδρεύοντος ἄρχοντι τῷ υἱεῖ, ὅτι θέαν τινὸς καταλαμβάνοντος ἥψατο, ἐξείργων ἐκ τοῦ θεάτρου· ἦν δʼ οὗτος ὁ τοῦ βελτίστου πατὴρ Χαρικλείδου, τοῦ ἄρξαντος.

καὶ μέγα γʼ ὑμῖν τοῦτʼ ἐδόκει δίκαιον ἔχειν ὁ προβαλλόμενος λέγειν, εἰ κατελάμβανον, ἄνθρωπε, θέαν, εἰ μὴ τοῖς κηρύγμασιν, ὡς σύ με φῄς, ἐπειθόμην, τίνος ἐκ τῶν νόμων εἶ κύριος, καὶ ὁ ἄρχων αὐτός; τοῖς ὑπηρέταις ἐξείργειν εἰπεῖν, οὐκ αὐτὸς τύπτειν. οὐδʼ οὕτω πείθομαι· ἐπιβολὴν ἐπιβαλεῖν, πάντα μᾶλλον πλὴν αὐτὸς ἅψασθαι τῇ χειρί· πολλὰ γὰρ πρὸ τοῦ μὴ τὸ σῶμʼ ἕκαστον ὑβρίζεσθαι πεποιήκασιν οἱ νόμοι. ταῦτʼ ἔλεγεν μὲν ἐκεῖνος, ἐχειροτονήσατε δʼ ὑμεῖς· οὐ μὴν εἰσῆλθεν εἰς τὸ δικαστήριον οὗτος, ἀλλʼ ἐτελεύτησεν πρότερον.

ἑτέρου τοίνυν ὅ τε δῆμος ἅπας κατεχειροτόνησʼ ἀδικεῖν περὶ τὴν ἑορτήν, καὶ ὑμεῖς εἰσελθόντʼ ἀπεκτείνατε τοῦτον, Κτησικλέα, ὅτι σκῦτος ἔχων ἐπόμπευε, καὶ τούτῳ μεθύων ἐπάταξέ τινʼ ἐχθρὸν ὑπάρχονθʼ ἑαυτῷ· ἐδόκει γὰρ ὕβρει καὶ οὐκ οἴνῳ τύπτειν, ἀλλὰ τὴν ἐπὶ τῆς πομπῆς καὶ τοῦ μεθύειν πρόφασιν λαβὼν ἀδικεῖν, ὡς δούλοις χρώμενος τοῖς ἐλευθέροις.