Against Meidias

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.

οὐ μὴν Νικήρατός γʼ οὕτως ὁ τοῦ Νικίου, ὁ ἀγαπητός, ὁ ἄπαις, ὁ παντάπασιν ἀσθενὴς τῷ σώματι· οὐδʼ Εὐκτήμων ὁ τοῦ Αἰσίωνος, οὐχ οὕτως· οὐδʼ Εὐθύδημος ὁ τοῦ Στρατοκλέους· ἀλλʼ αὐτῶν ἕκαστος ἑκὼν ἐπιδοὺς τριήρη οὐκ ἀπέδρα ταύτῃ τὴν στρατείαν, ἀλλὰ τὴν μὲν ἐπίδοσιν ἐν χάριτος μέρει καὶ δωρειᾶς παρεῖχον πλέουσαν τῇ πόλει, οὗ δʼ ὁ νόμος προσέταττεν, ἐνταῦθα τοῖς σώμασιν αὐτοὶ λῃτουργεῖν ἠξίουν.

ἀλλʼ οὐχ ὁ ἵππαρχος Μειδίας, ἀλλὰ τὴν ἐκ τῶν νόμων τάξιν λιπών, οὗ δίκην ὀφείλει τῇ πόλει δοῦναι, τοῦτʼ ἐν εὐεργεσίας ἀριθμήσει μέρει. καίτοι τὴν τοιαύτην τριηραρχίαν, ὢ πρὸς θεῶν, πότερον τελωνίαν καὶ πεντηκοστὴν καὶ λιποτάξιον καὶ στρατείας ἀπόδρασιν καὶ πάντα τὰ τοιαῦθʼ ἁρμόττει καλεῖν, ἢ φιλοτιμίαν; οὐδένα γὰρ τρόπον ἄλλον ἐν τοῖς ἱππεῦσιν αὑτὸν ἀτελῆ ποιῆσαι στρατείας δυνάμενος ταύτην εὕρηκε Μειδίας καινὴν ἱππικήν τινα πεντηκοστήν.

καὶ γὰρ αὖ τοῦτο. τῶν ἄλλων ἁπάντων τῶν ἐπιδόντων τριηράρχων παραπεμπόντων ὑμᾶς ὅτε δεῦρʼ ἀπεπλεῖτʼ ἐκ Στύρων, μόνος οὗτος οὐ παρέπεμπεν, ἀλλʼ ἀμελήσας ὑμῶν χάρακας καὶ βοσκήματα καὶ θυρώμαθʼ ὡς αὑτὸν καὶ ξύλʼ εἰς τὰ ἔργα τὰ ἀργύρειʼ ἐκόμιζεν, καὶ χρηματισμός, οὐ λῃτουργία γέγονεν ἡ τριηραρχία τῷ καταπτύστῳ τούτῳ. ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω σύνιστε μὲν τὰ πολλὰ τούτων, ὅμως δὲ καὶ μάρτυρας ὑμῖν καλῶ.

ΜΑΡΤΥΡΕΣ

Κλέων Σουνιεύς, Ἀριστοκλῆς Παιανιεύς, Πάμφιλος, Νικήρατος Ἀχερδούσιος, Εὐκτήμων Σφήττιος, καθʼ ὃν καιρὸν ἐκ Στύρων ἀπεπλέομεν δεῦρο τῷ στόλῳ παντί, ἐτύχομεν τριηραρχοῦντες καὶ αὐτοὶ καὶ Μειδίας ὁ νῦν κρινόμενος ὑπὸ Δημοσθένους, ᾧ μαρτυροῦμεν. παντὸς δὲ τοῦ στόλου πλεόντων ἐν τάξει, καὶ τῶν τριηράρχων ἐχόντων παράγγελμα μὴ χωρίζεσθαι ἕως ἂν δεῦρο καταπλεύσωμεν, Μειδίας ὑπολειφθεὶς τοῦ στόλου, καὶ γεμίσας τὴν ναῦν ξύλων καὶ χαράκων καὶ βοσκημάτων καὶ ἄλλων τινῶν, κατέπλευσεν εἰς Πειραιᾶ μόνος μεθʼ ἡμέρας δύο, καὶ οὐ συγκατέστησε τὸν στόλον μετὰ τῶν ἄλλων τριηράρχων.

εἰ τοίνυν ὡς ἀληθῶς, ἄνδρες Ἀθηναῖοι, οἷάπερ φήσει καὶ καταλαζονεύσεται πρὸς ὑμᾶς αὐτίκα δὴ μάλα, τοιαῦτʼ ἦν αὐτῷ τὰ λελῃτουργημένα καὶ πεπραγμένα, καὶ μὴ τοιαῦθʼ οἷʼ ἐγὼ δεικνύω, οὐδʼ οὕτω δήπου τό γε δοῦναι δίκην ὧν ὕβρικεν ἐκφυγεῖν ταῖς λῃτουργίαις δίκαιος ἂν ἦν. ἐγὼ γὰρ οἶδʼ ὅτι πολλοὶ πολλὰ κἀγάθʼ ὑμᾶς εἰσιν εἰργασμένοι, οὐ κατὰ τὰς Μειδίου λῃτουργίας, οἱ μὲν ναυμαχίας νενικηκότες, οἱ δὲ πόλεις εἰληφότες, οἱ δὲ πολλὰ καὶ καλὰ ὑπὲρ τῆς πόλεως στήσαντες τρόπαια·

ἀλλʼ ὅμως οὐδενὶ πώποτε τούτων δεδώκατε τὴν δωρειὰν ταύτην οὐδʼ ἂν δοίητε, ἐξεῖναι τοὺς ἰδίους ἐχθροὺς ὑβρίζειν αὐτῶν ἑκάστῳ, ὁπότʼ ἂν βούληται καὶ ὃν ἂν δύνηται τρόπον. οὐδὲ γὰρ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι· τούτοις γὰρ δὴ μέγισται δέδονται δωρειαὶ παρʼ ὑμῶν καὶ ὑπὲρ μεγίστων. οὐδʼ ἂν ἠνέσχεσθε, εἰ προσέγραψέ τις ἐν τῇ στήλῃ ἐξεῖναι δὲ καὶ ὑβρίζειν αὐτοῖς ὃν ἂν βούλωνται· ὑπὲρ γὰρ αὐτοῦ τούτου τὰς ἄλλας ἔλαβον δωρειάς, ὅτι τοὺς ὑβρίζοντας ἔπαυσαν.

ὅτι τοίνυν καὶ κεκόμισται χάριν, ὦ ἄνδρες Ἀθηναῖοι, παρʼ ὑμῶν, οὐ μόνον ὧν αὐτὸς λελῃτούργηκε λῃτουργιῶν ἀξίαν (μικρὰ γὰρ αὕτη γέ τις ἦν), ἀλλὰ καὶ τῶν μεγίστων, καὶ τοῦτο βούλομαι δεῖξαι, ἵνα μηδʼ ὀφείλειν οἴησθέ τι τῷ καταπτύστῳ τούτῳ. ὑμεῖς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ἐχειροτονήσατε τοῦτον τῆς Παράλου ταμίαν, ὄντα τοιοῦτον οἷός ἐστι, καὶ πάλιν ἵππαρχον, ὀχεῖσθαι διὰ τῆς ἀγορᾶς ταῖς πομπαῖς οὐ δυνάμενον, καὶ μυστηρίων ἐπιμελητὴν καὶ ἱεροποιόν ποτε καὶ βοώνην, καὶ τὰ τοιαῦτα δή.