Against Meidias
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
τοῦτο μέντοι τὸ τοιοῦτον ἔθος καὶ τὸ κατασκεύασμʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ τοῖς ὑπὲρ αὑτῶν ἐπεξιοῦσι δικαίως ἔτι πλείω περιιστάναι κακά, οὐκ ἐμοὶ μὲν ἄξιόν ἐστʼ ἀγανακτεῖν καὶ βαρέως φέρειν, ὑμῖν δὲ τοῖς ἄλλοις παριδεῖν, πολλοῦ γε καὶ δεῖ, ἀλλὰ πᾶσιν ὁμοίως ὀργιστέον, ἐκλογιζομένοις καὶ θεωροῦσιν ὅτι τοῦ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, ῥᾳδίως κακῶς παθεῖν ἐγγύταθʼ ὑμῶν εἰσιν οἱ πενέστατοι καὶ ἀσθενέστατοι, τοῦ δʼ ὑβρίσαι καὶ τοῦ ποιήσαντας μὴ δοῦναι δίκην, ἀλλὰ τοὺς ἀντιπαρέξοντας πράγματα μισθώσασθαι, οἱ βδελυροὶ καὶ χρήματʼ ἔχοντές εἰσιν ἐγγυτάτω.
οὐ δὴ δεῖ παρορᾶν τὰ τοιαῦτα, οὐδὲ τὸν ἐξείργοντα δέει καὶ φόβῳ τὸ δίκην ὧν ἂν ἡμῶν ἀδικηθῇ τις λαμβάνειν παρʼ αὐτοῦ ἄλλο τι χρὴ νομίζειν ποιεῖν ἢ τὰς τῆς ἰσηγορίας καὶ τὰς τῆς ἐλευθερίας ἡμῶν μετουσίας ἀφαιρεῖσθαι. ἐγὼ μὲν γὰρ ἴσως διεωσάμην, καὶ ἄλλος τις ἄν, ψευδῆ λόγον καὶ συκοφαντίαν, καὶ οὐκ ἀνήρπασμαι· οἱ δὲ πολλοὶ τί ποιήσετε, ἂν μὴ δημοσίᾳ πᾶσιν φοβερὸν καταστήσητε τὸ εἰς ταῦτʼ ἀποχρῆσθαι τῷ πλουτεῖν;
δόντα λόγον καὶ ὑποσχόντα κρίσιν περὶ ὧν ἄν τις ἐγκαλῇ, τότʼ ἀμύνεσθαι τοὺς ἀδίκως ἐφʼ αὑτὸν ἐλθόντας χρή, καὶ τότʼ, ἂν ἀδικοῦντας ὁρᾷ τις, οὐ προαναρπάζειν, οὐδʼ ἐπάγοντʼ αἰτίας ψευδεῖς ἄκριτον ζητεῖν ἀποφεύγειν, οὐδʼ ἐπὶ τῷ διδόναι δίκην ἀσχάλλειν, ἀλλὰ μὴ ποιεῖν ἐξ ἀρχῆς ἀσελγὲς μηδέν.
ὅσα μὲν τοίνυν εἴς τε τὴν λῃτουργίαν καὶ τὸ σῶμʼ ὑβρίσθην, καὶ πάντʼ ἐπιβουλευόμενος τρόπον καὶ πάσχων κακῶς ἐκπέφευγα, ἀκηκόατʼ, ὦ ἄνδρες Ἀθηναῖοι. καὶ παραλείπω δὲ πολλά· οὐ γὰρ ἴσως ῥᾴδιον πάντʼ εἰπεῖν. ἔχει δʼ οὕτως. οὐκ ἔστʼ ἐφʼ ὅτῳ τῶν πεπραγμένων ἐγὼ μόνος ἠδίκημαι, ἀλλʼ ἐπὶ μὲν τοῖς εἰς τὸν χορὸν γεγενημένοις ἀδικήμασιν ἡ φυλή, δέκατον μέρος ὑμῶν, συνηδίκηται, ἐπὶ δʼ οἷς ἔμʼ ὕβρισε καὶ ἐπεβούλευσεν οἱ νόμοι, διʼ οὓς εἷς ἕκαστος ὑμῶν σῶς ἐστιν· ἐφʼ ἅπασι δὲ τούτοις ὁ θεός, ᾧ χορηγὸς ἐγὼ καθειστήκειν, καὶ τὸ τῆς ὁσίας, ὁτιδήποτʼ ἐστί, τὸ σεμνὸν καὶ τὸ δαιμόνιον συνηδίκηται.
δεῖ δὴ τούς γε βουλομένους ὀρθῶς τὴν κατʼ ἀξίαν τῶν πεπραγμένων παρὰ τούτου δίκην λαμβάνειν, οὐχ ὡς ὑπὲρ ἐμοῦ μόνον ὄντος τοῦ λόγου τὴν ὀργὴν ἔχειν, ἀλλʼ ὡς ἐν ταὐτῷ τῶν νόμων, τοῦ θεοῦ, τῆς πόλεως, ὁμοῦ πάντων ἠδικημένων, οὕτω ποιεῖσθαι τὴν τιμωρίαν, καὶ τοὺς βοηθοῦντας καὶ τοὺς συνεξεταζομένους μετὰ τούτου μὴ συνηγόρους μόνον, ἀλλὰ καὶ δοκιμαστὰς τῶν τούτῳ πεπραγμένων ὑπολαμβάνετʼ εἶναι.
εἰ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, σώφρονα καὶ μέτριον πρὸς τἄλλα παρεσχηκὼς αὑτὸν Μειδίας καὶ μηδένα τῶν ἄλλων πολιτῶν ἠδικηκὼς εἰς ἔμʼ ἀσελγὴς μόνον οὕτω καὶ βίαιος ἐγεγόνει, πρῶτον μὲν ἔγωγʼ ἀτύχημʼ ἂν ἐμαυτοῦ τοῦθʼ ἡγούμην, ἔπειτʼ ἐφοβούμην ἂν μὴ τὸν ἄλλον ἑαυτοῦ βίον οὗτος μέτριον δεικνύων καὶ φιλάνθρωπον διακρούσηται τούτῳ τὸ δίκην ὧν ἔμʼ ὕβρικεν δοῦναι.
νυνὶ δὲ τοσαῦτʼ ἐστὶ τἄλλʼ ἃ πολλοὺς ὑμῶν ἠδίκησεν καὶ τοιαῦτα, ὥστε τούτου μὲν τοῦ δέους ἀπήλλαγμαι, φοβοῦμαι δὲ πάλιν τοὐναντίον μή, ἐπειδὰν πολλὰ καὶ δείνʼ ἑτέρους ἀκούηθʼ ὑπʼ αὐτοῦ πεπονθότας, τοιοῦτός τις ὑμῖν λογισμὸς ἐμπέσῃ τί οὖν; σὺ δεινότερʼ ἢ τῶν ἄλλων εἷς ἕκαστος πεπονθὼς ἀγανακτεῖς; πάντα μὲν δὴ τὰ τούτῳ πεπραγμένα οὔτʼ ἂν ἐγὼ δυναίμην πρὸς ὑμᾶς εἰπεῖν, οὔτʼ ἂν ὑμεῖς ὑπομείναιτʼ ἀκούειν, οὐδʼ, εἰ τὸ παρʼ ἀμφοτέρων ἡμῶν ὕδωρ ὑπάρξειε πρὸς τὸ λοιπόν, πᾶν τό τʼ ἐμὸν καὶ τὸ τούτου προστεθέν, οὐκ ἂν ἐξαρκέσειεν· ἃ δʼ ἐστὶ μέγιστα καὶ φανερώτατα, ταῦτʼ ἐρῶ.