Against Meidias

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.

ἐγὼ γὰρ οἶμαι πάντας ἀνθρώπους φέρειν ἀξιοῦν παρʼ ἑαυτῶν εἰς τὸν βίον αὑτοῖς ἔρανον παρὰ πάνθʼ ὅσα πράττουσιν· οἷον ἐγώ τις οὑτοσὶ μέτριος πρὸς ἅπαντάς εἰμʼ, ἐλεήμων, εὖ ποιῶν πολλούς· ἅπασι προσήκει τῷ τοιούτῳ ταὔτʼ εἰσφέρειν, ἐάν του καιρὸς ἢ χρεία παραστῇ. ἕτερος οὑτοσί τις βίαιος, οὐδένʼ οὔτʼ ἐλεῶν οὔθʼ ὅλως ἄνθρωπον ἡγούμενος· τούτῳ τὰς ὁμοίας φορὰς παρʼ ἑκάστου δίκαιον ὑπάρχειν. σὺ δή, πληρωτὴς τοιούτου γεγονὼς ἐράνου σεαυτῷ, τοῦτον δίκαιος εἶ συλλέξασθαι.

ἡγοῦμαι μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ εἰ μηδὲν ἔτʼ ἄλλʼ εἶχον κατηγορεῖν Μειδίου, μηδὲ δεινότερʼ ἦν ἃ μέλλω λέγειν ὧν εἴρηκα, δικαίως ἂν ὑμᾶς ἐκ τῶν εἰρημένων καὶ καταψηφίσασθαι καὶ τιμᾶν αὐτῷ τῶν ἐσχάτων. οὐ μὴν ἐνταῦθʼ ἕστηκε τὸ πρᾶγμα, οὐδʼ ἀπορήσειν μοι δοκῶ τῶν μετὰ ταῦτα· τοσαύτην ἀφθονίαν οὗτος πεποίηκε κατηγοριῶν.

ὅτι μὲν δὴ λιποταξίου γραφὴν κατεσκεύασεν κατʼ ἐμοῦ καὶ τὸν τοῦτο ποιήσοντʼ ἐμισθώσατο, τὸν μιαρὸν καὶ λίαν εὐχερῆ, τὸν κονιορτὸν Εὐκτήμονα, ἐάσω. καὶ γὰρ οὔτʼ ἀνεκρίνατο ταύτην ὁ συκοφάντης ἐκεῖνος, οὔθʼ οὗτος οὐδενὸς εἵνεκʼ αὐτὸν ἐμισθώσατο πλὴν ἵνʼ ἐκκέοιτο πρὸ τῶν ἐπωνύμων καὶ πάντες ὁρῷεν Εὐκτήμων Λουσιεὺς ἐγράψατο Δημοσθένην Παιανιέα λιποταξίου· καί μοι δοκεῖ κἂν προσγράψαι τοῦθʼ ἡδέως, εἴ πως ἐνῆν, ὅτι Μειδίου μισθωσαμένου γέγραπται. ἀλλʼ ἐῶ τοῦτο· ἐφʼ ᾗ γὰρ ἐκεῖνος ἠτίμωκεν αὑτὸν οὐκ ἐπεξελθών, οὐδεμιᾶς ἔγωγʼ ἔτι προσδέομαι δίκης, ἀλλʼ ἱκανὴν ἔχω.

ἀλλʼ ὃ καὶ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον καὶ κοινὸν ἔμοιγʼ ἀσέβημα, οὐκ ἀδίκημα μόνον, τούτῳ πεπρᾶχθαι δοκεῖ, τοῦτʼ ἐρῶ. τῷ γὰρ ἀθλίῳ καὶ ταλαιπώρῳ κακῆς καὶ χαλεπῆς συμβάσης αἰτίας Ἀριστάρχῳ τῷ Μόσχου, τὸ μὲν πρῶτον, ὦ ἄνδρες Ἀθηναῖοι, κατὰ τὴν ἀγορὰν περιιὼν ἀσεβεῖς καὶ δεινοὺς λόγους ἐτόλμα περὶ ἐμοῦ λέγειν, ὡς ἐγὼ τὸ πρᾶγμʼ εἰμὶ τοῦτο δεδρακώς· ὡς δʼ οὐδὲν ἤνυε τούτοις, προσελθὼν τοῖς ἐπʼ ἐκεῖνον ἄγουσι τὴν αἰτίαν τοῦ φόνου, τοῖς τοῦ τετελευτηκότος οἰκείοις, χρήμαθʼ ὑπισχνεῖτο δώσειν εἰ τοῦ πράγματος αἰτιῷντʼ ἐμέ, καὶ οὔτε θεοὺς οὔθʼ ὁσίαν οὔτʼ ἄλλʼ οὐδὲν ἐποιήσατʼ ἐμποδὼν τοιούτῳ λόγῳ, οὐδʼ ὤκνησεν.

ἀλλʼ οὐδὲ πρὸς οὓς ἔλεγεν αὐτοὺς ᾐσχύνθη, εἰ τοιοῦτο κακὸν καὶ τηλικοῦτον ἀδίκως ἐπάγει τῳ, ἀλλʼ ἕνʼ ὅρον θέμενος παντὶ τρόπῳ μʼ ἀνελεῖν, οὐδὲν ἐλλείπειν ᾤετο δεῖν, ὡς δέον, εἴ τις ὑβρισθεὶς ὑπὸ τούτου δίκης ἀξιοῖ τυχεῖν καὶ μὴ σιωπᾷ, τοῦτον ἐξόριστον ἀνῃρῆσθαι καὶ μηδαμῇ παρεθῆναι, ἀλλὰ καὶ λιποταξίου γραφὴν ἑαλωκέναι καὶ ἐφʼ αἵματι φεύγειν καὶ μόνον οὐ προσηλῶσθαι. καίτοι ταῦθʼ ὅταν ἐξελεγχθῇ ποιῶν πρὸς οἷς ὕβριζέν με χορηγοῦντα, τίνος συγγνώμης ἢ τίνος ἐλέου δικαίως τεύξεται παρʼ ὑμῶν;

ἐγὼ μὲν γὰρ αὐτόν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω αὐτόχειρά μου γεγενῆσθαι τούτοις τοῖς ἔργοις, καὶ τότε μὲν τοῖς Διονυσίοις τὴν παρασκευὴν καὶ τὸ σῶμα καὶ τἀναλώμαθʼ ὑβρίζειν, νῦν δὲ τούτοις οἷς ἐποίει καὶ διεπράττετʼ ἐκεῖνά τε καὶ τὰ λοιπὰ πάντα, τὴν πόλιν, τὸ γένος, τὴν ἐπιτιμίαν, τὰς ἐλπίδας· εἰ γὰρ ἓν ὧν ἐπεβούλευσε κατώρθωσεν, ἁπάντων ἂν ἀπεστερήμην ἐγὼ καὶ μηδὲ ταφῆναι προσυπῆρχεν οἴκοι μοι. διὰ τί, ἄνδρες δικασταί; εἰ γάρ, ἐάν τις παρὰ πάντας τοὺς νόμους ὑβρισθεὶς ὑπὸ Μειδίου βοηθεῖν αὑτῷ πειρᾶται, ταῦτα καὶ τοιαῦθʼ ἕτερʼ αὐτῷ παθεῖν ὑπάρξει, προσκυνεῖν τοὺς ὑβρίζοντας ὥσπερ ἐν τοῖς βαρβάροις, οὐκ ἀμύνεσθαι κράτιστον ἔσται.

ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω καὶ προσεξείργασται ταῦτα τῷ βδελυρῷ τούτῳ καὶ ἀναιδεῖ, κάλει μοι καὶ τούτων τοὺς μάρτυρας.

ΜΑΡΤΥΡΕΣ

Διονύσιος Ἀφιδναῖος, Ἀντίφιλος Παιανιεὺς διαφθαρέντος Νικοδήμου τοῦ οἰκείου ἡμῶν βιαίῳ θανάτῳ ὑπὸ Ἀριστάρχου τοῦ Μόσχου ἐπεξῇμεν τοῦ φόνου τὸν Ἀρίσταρχον. αἰσθόμενος δὲ ταῦτα Μειδίας ὁ νῦν κρινόμενος ὑπὸ Δημοσθένους, ᾧ μαρτυροῦμεν, ἔπειθεν ἡμᾶς διδοὺς κέρματα τὸν μὲν Ἀρίσταρχον ἀθῷον ἀφεῖναι, Δημοσθένει δὲ τὴν γραφὴν τοῦ φόνου παραγράψασθαι.

λαβὲ δή μοι τὸν περὶ τῶν δώρων νόμον.

ἐν ὅσῳ δὲ τὸν νόμον, ὦ ἄνδρες Ἀθηναῖοι, λαμβάνει, βούλομαι μικρὰ πρὸς ὑμᾶς εἰπεῖν, δεηθεὶς ὑμῶν ἁπάντων πρὸς Διὸς καὶ θεῶν, ὦ ἄνδρες δικασταί· περὶ πάντων ὧν ἂν ἀκούητε, τοῦθʼ ὑποθέντες ἀκούετε τῇ γνώμῃ, τί ἄν, εἴ τις ἔπασχε ταῦθʼ ὑμῶν, ἐποίει, καὶ τίνʼ ἂν εἶχεν ὀργὴν ὑπὲρ αὑτοῦ πρὸς τὸν ποιοῦντα. ἐγὼ γὰρ ἐνηνοχὼς χαλεπῶς ἐφʼ οἷς περὶ τὴν λῃτουργίαν ὑβρίσθην, ἔτι πολλῷ χαλεπώτερον, ὦ ἄνδρες Ἀθηναῖοι, τούτοις τοῖς μετὰ ταῦτʼ ἐνήνοχα καὶ μᾶλλον ἠγανάκτηκα.

τί γὰρ ὡς ἀληθῶς πέρας ἂν φήσειέ τις εἶναι κακίας καὶ τίνʼ ὑπερβολὴν ἀναιδείας καὶ ὠμότητος καὶ ὕβρεως, ἄνθρωπος εἰ ποιήσας δεινὰ νὴ Δία καὶ πόλλʼ ἀδίκως τινά, ἀντὶ τοῦ ταῦτʼ ἀναλαμβάνειν καὶ μεταγιγνώσκειν, πολλῷ δεινότερʼ ὕστερον ἄλλα προσεξεργάζοιτο, καὶ χρῷτο τῷ πλουτεῖν μὴ ἐπὶ ταῦτʼ ἐν οἷς μηδένα βλάπτων αὐτὸς ἄμεινόν τι τῶν ἰδίων θήσεται, ἀλλʼ ἐπὶ τἀναντία, ἐν οἷς ἀδίκως ἐκβάλλων τινὰ καὶ προπηλακίσας αὑτὸν εὐδαιμονιεῖ τῆς περιουσίας;

ταῦτα τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, πάντα τούτῳ πέπρακται κατʼ ἐμοῦ. καὶ γὰρ αἰτίαν ἐπήγαγέ μοι φόνου ψευδῆ καὶ οὐδὲν ἐμοὶ προσήκουσαν, ὡς τὸ πρᾶγμʼ αὔτʼ ἐδήλωσεν, καὶ γραφὴν λιποταξίου μʼ ἐγράψατο τρεῖς αὐτὸς τάξεις λελοιπώς, καὶ τῶν ἐν Εὐβοίᾳ πραγμάτων (τουτὶ γὰρ αὖ μικροῦ παρῆλθέ μʼ εἰπεῖν), ἃ Πλούταρχος ὁ τούτου ξένος καὶ φίλος διεπράξατο, ὡς ἐγὼ αἴτιός εἰμι, κατεσκεύαζε πρὸ τοῦ τὸ πρᾶγμα γενέσθαι πᾶσιν φανερὸν διὰ Πλουτάρχου γεγονός.

καὶ τελευτῶν βουλεύειν μου λαχόντος δοκιμαζομένου κατηγόρει, καὶ τὸ πρᾶγμʼ εἰς ὑπέρδεινόν μοι περιέστη· ἀντὶ γὰρ τοῦ δίκην ὑπὲρ ὧν ἐπεπόνθειν λαβεῖν, δοῦναι πραγμάτων ὧν οὐδὲν ἐμοὶ προσῆκεν ἐκινδύνευον. καὶ ταῦτα πάσχων ἐγὼ καὶ τοῦτον τὸν τρόπον ὃν διεξέρχομαι νυνὶ πρὸς ὑμᾶς ἐλαυνόμενος, οὐκ ὢν οὔτε τῶν ἐρημοτάτων οὔτε τῶν ἀπόρων κομιδῇ, οὐκ ἔχω, ὦ ἄνδρες Ἀθηναῖοι, τί χρὴ ποιῆσαι.

εἰ γὰρ εἰπεῖν τι καὶ περὶ τούτων ἤδη δεῖ, οὐ μέτεστι τῶν ἴσων οὐδὲ τῶν ὁμοίων, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τοὺς πλουσίους τοῖς λοιποῖς ἡμῖν, οὐ μέτεστιν, οὔ· ἀλλὰ καὶ χρόνοι τούτοις τοῦ τὴν δίκην ὑποσχεῖν, οὓς ἂν αὐτοὶ βούλωνται, δίδονται, καὶ τἀδικήμαθʼ ἕωλα τὰ τούτων ὡς ὑμᾶς καὶ ψύχρʼ ἀφικνεῖται, τῶν δʼ ἄλλων ἡμῶν ἕκαστος, ἄν τι συμβῇ, πρόσφατος κρίνεται. καὶ μάρτυρές εἰσιν ἕτοιμοι τούτοις καὶ συνήγοροι πάντες καθʼ ἡμῶν εὐτρεπεῖς· ἐμοὶ δʼ οὐδὲ τἀληθῆ μαρτυρεῖν ἐθέλοντας ὁρᾶτʼ ἐνίους.

ταῦτα μὲν οὖν ἀπείποι τις ἄν, οἶμαι, θρηνῶν. τὸν δὲ νόμον μοι λέγʼ ἐφεξῆς, ὥσπερ ἠρξάμην. λέγε.

ΝΟΜΟΣ

ἐάν τις Ἀθηναίων λαμβάνῃ παρά τινος, ἢ αὐτὸς διδῷ ἑτέρῳ, ἢ διαφθείρῃ τινὰς ἐπαγγελλόμενος, ἐπὶ βλάβῃ τοῦ δήμου ἢ ἰδίᾳ τινὸς τῶν πολιτῶν, τρόπῳ ἢ μηχανῇ ᾑτινιοῦν, ἄτιμος ἔστω καὶ παῖδες καὶ τὰ ἐκείνου.

οὕτω τοίνυν οὗτός ἐστʼ ἀσεβὴς καὶ μιαρὸς καὶ πᾶν ἂν ὑποστὰς εἰπεῖν καὶ πρᾶξαι, εἰ δʼ ἀληθὲς ἢ ψεῦδος ἢ πρὸς ἐχθρὸν ἢ φίλον ἢ τὰ τοιαῦτα, ἀλλʼ οὐδʼ ὁτιοῦν διορίζων, ὥστʼ ἐπαιτιασάμενός με φόνου καὶ τοιοῦτο πρᾶγμʼ ἐπαγαγών, εἴασε μέν μʼ εἰσιτητήριʼ ὑπὲρ τῆς βουλῆς ἱεροποιῆσαι καὶ θῦσαι καὶ κατάρξασθαι τῶν ἱερῶν ὑπὲρ ὑμῶν καὶ ὅλης τῆς πόλεως,

εἴασε δʼ ἀρχεθεωροῦντʼ ἀγαγεῖν τῷ Διὶ τῷ Νεμείῳ τὴν κοινὴν ὑπὲρ τῆς πόλεως θεωρίαν, περιεῖδε δὲ ταῖς σεμναῖς θεαῖς ἱεροποιὸν αἱρεθέντʼ ἐξ Ἀθηναίων ἁπάντων τρίτον αὐτὸν καὶ καταρξάμενον τῶν ἱερῶν. ἆρʼ ἄν, εἴ γʼ εἶχε στιγμὴν ἢ σκιὰν τούτων ὧν κατεσκεύαζεν κατʼ ἐμοῦ, ταῦτʼ ἂν εἴασεν; ἐγὼ μὲν οὐκ οἶμαι. οὐκοῦν ἐξελέγχεται τούτοις ἐναργῶς ὕβρει ζητῶν μʼ ἐκβάλλειν ἐκ τῆς πατρίδος.

ἐπειδὴ τοίνυν τοῦτο τὸ πρᾶγμʼ οὐδὲ καθʼ ἕν, πανταχῇ στρέφων, οἷός τʼ ἦν ἀγαγεῖν ἐπʼ ἐμέ, φανερῶς ἤδη διʼ ἐμὲ τὸν Ἀρίσταρχον ἐσυκοφάντει. καὶ τὰ μὲν ἄλλα σιωπῶ· τῆς δὲ βουλῆς περὶ τούτων καθημένης καὶ σκοπουμένης, παρελθὼν οὗτος ἀγνοεῖτʼ ἔφη ὦ βουλή, τὸ πρᾶγμα; καὶ τὸν αὐτόχειρʼ ἔχοντες λέγων τὸν Ἀρίσταρχον μέλλετε καὶ ζητεῖτε καὶ τετύφωσθε; οὐκ ἀποκτενεῖτε; οὐκ ἐπὶ τὴν οἰκίαν βαδιεῖσθε;

οὐχὶ συλλήψεσθε; καὶ ταῦτʼ ἔλεγʼ ἡ μιαρὰ καὶ ἀναιδὴς αὕτη κεφαλή, ἐξεληλυθὼς τῇ προτεραίᾳ παρʼ Ἀριστάρχου, καὶ χρώμενος ὥσπερ ἂν ἄλλος τις τὰ πρὸ τούτου, καί, ὅτʼ ηὐτύχει, πλεῖστα παρεσχηκότος ἐκείνου πράγματά μοι περὶ τῶν πρὸς τοῦτον ἀπαλλαγῶν. εἰ μὲν οὖν εἰργάσθαι τι τούτων ἐφʼ οἷς ἀπόλωλεν ἡγούμενος τὸν Ἀρίσταρχον καὶ πεπιστευκὼς τοῖς τῶν αἰτιασαμένων λόγοις ταῦτʼ ἔλεγεν,

χρῆν μὲν οὐδʼ οὕτω (μετρία γὰρ δίκη παρὰ τῶν φίλων ἐστίν, ἄν τι δοκῶσι πεποιηκέναι δεινόν, μηκέτι τῆς λοιπῆς φιλίας κοινωνεῖν, τὸ δὲ τιμωρεῖσθαι καὶ ἐπεξιέναι τοῖς πεπονθόσι καὶ τοῖς ἐχθροῖς παραλείπεται)· ὅμως δʼ ἔστω τούτῳ γε συγγνώμη. εἰ δὲ λαλῶν μὲν καὶ ὁμωρόφιος γιγνόμενος ὡς οὐδὲν εἰργασμένῳ φανήσεται, λέγων δὲ καὶ καταιτιώμενος ταῦθʼ εἵνεκα τοῦ συκοφαντεῖν ἐμέ, πῶς οὐ δεκάκις, μᾶλλον δὲ μυριάκις δίκαιός ἐστʼ ἀπολωλέναι;

ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω καὶ τῇ μὲν προτεραίᾳ ὅτε ταῦτʼ ἔλεγεν, εἰσεληλύθει καὶ διείλεκτʼ ἐκείνῳ, τῇ δʼ ὑστεραίᾳ πάλιν (τοῦτο γάρ, τοῦτʼ οὐκ ἔχον ἐστὶν ὑπερβολὴν ἀκαθαρσίας, ἄνδρες Ἀθηναῖοι) εἰσελθὼν οἴκαδʼ ὡς ἐκεῖνον καὶ ἐφεξῆς οὑτωσὶ καθεζόμενος, τὴν δεξιὰν ἐμβαλών, παρόντων πολλῶν, μετὰ τοὺς ἐν τῇ βουλῇ τούτους λόγους, ἐν οἷς αὐτόχειρα καὶ τὰ δεινότατʼ εἰρήκει τὸν Ἀρίσταρχον, ὤμνυε μὲν κατʼ ἐξωλείας μηδὲν εἰρηκέναι κατʼ αὐτοῦ φλαῦρον, καὶ οὐδὲν ἐφρόντιζʼ ἐπιορκῶν, καὶ ταῦτα παρόντων τῶν συνειδότων, ἠξίου δὲ καὶ πρὸς ἔμʼ αὑτῷ διʼ ἐκείνου γίγνεσθαι τὰς διαλύσεις, τούτων τοὺς παρόντας ὑμῖν καλῶ μάρτυρας.

καίτοι πῶς οὐ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, μᾶλλον δʼ ἀσεβές, λέγειν ὡς φονεύς, καὶ πάλιν ὡς οὐκ εἴρηκε ταῦτʼ ἀπομνύναι, καὶ φόνον μὲν ὀνειδίζειν, τούτῳ δʼ ὁμωρόφιον γίγνεσθαι; κἂν μὲν ἀφῶ τοῦτον ἐγὼ καὶ προδῶ τὴν ὑμετέραν καταχειροτονίαν, οὐδέν, ὡς ἔοικʼ, ἀδικῶ· ἂν δʼ ἐπεξίω, λέλοιπα τὴν τάξιν, φόνον κοινωνῶ, δεῖ μʼ ἀνηρπάσθαι. ἐγὼ δʼ αὐτὸ τοὐναντίον οἶμαι, εἰ τοῦτον ἀφῆκα, λελοιπέναι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν τοῦ δικαίου τάξιν, φόνου δʼ ἂν εἰκότως ἐμαυτῷ λαχεῖν· οὐ γὰρ ἦν μοι δήπου βιωτὸν τοῦτο ποιήσαντι.