Against Leptines

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.

μάθοιτε δὲ τοῦτο μάλιστʼ ἄν, ἐκείνως εἰ λογίσαισθε πρὸς ὑμᾶς αὐτούς· εἴ τινες νυνὶ τῶν ἐχόντων Πύδναν ἢ Ποτείδαιαν ἤ τι τῶν ἄλλων χωρίων, ἃ Φιλίππῳ μέν ἐστιν ὑπήκοα, ὑμῖν δʼ ἐχθρά, τὸν αὐτὸν τρόπον ὅνπερ ἡ Θάσος ἦν τότε καὶ τὸ Βυζάντιον Λακεδαιμονίοις μὲν οἰκεῖα, ὑμῖν δʼ ἀλλότρια, παραδώσειν ταῦτʼ ἐπαγγείλαιντο, ἂν αὐτοῖς τὰς αὐτὰς δῶτε δωρειὰς ὥσπερ Ἐκφάντῳ τῷ Θασίῳ καὶ Ἀρχεβίῳ τῷ Βυζαντίῳ, καί τινες τούτων ἀντιλέγοιεν αὐτοῖς ταῦτα λέγοντες,

ὡς δεινὸν εἴ τινες μόνοι τῶν ἄλλων μετοίκων μὴ χορηγοῖεν, πῶς ποτʼ ἂν ἔχοιτε πρὸς τοὺς ταῦτα λέγοντας; ἢ δῆλον ὅτι φωνὴν οὐκ ἂν ἀνάσχοισθʼ ὡς συκοφαντούντων; οὔκουν αἰσχρὸν εἰ μέλλοντες μὲν εὖ πάσχειν συκοφάντην ἂν τὸν ταῦτα λέγονθʼ ἡγοῖσθε, ἐπὶ τῷ δʼ ἀφελέσθαι τὰς τῶν προτέρων εὐεργετῶν δωρειὰς ταῦτα λεγόντων ἀκούσεσθε;

φέρε δὴ κἀκεῖνʼ ἐξετάσωμεν. οἱ προδόντες τὴν Πύδναν καὶ τἄλλα χωρία τῷ Φιλίππῳ τῷ ποτʼ ἐπαρθέντες ἡμᾶς ἠδίκουν; ἢ πᾶσι πρόδηλον τοῦτο, ὅτι ταῖς παρʼ ἐκείνου δωρειαῖς, ἃς διὰ ταῦτʼ ἔσεσθαι σφίσιν ἡγοῦντο; πότερον οὖν μᾶλλον ἔδει σʼ, ὦ Λεπτίνη, τοὺς ἐχθρούς, εἰ δύνασαι, πεῖσαι τοὺς ἐπὶ τοῖς πρὸς ἡμᾶς ἀδικήμασι γιγνομένους ἐκείνων εὐεργέτας μὴ τιμᾶν, ἢ θεῖναι νόμον ἡμῖν ὃς τῶν τοῖς ἡμετέροις εὐεργέταις ὑπαρχουσῶν δωρειῶν ἀφαιρεῖταί τι; ἐγὼ μὲν ἐκεῖνʼ οἶμαι. ἀλλʼ ἵνα μὴ πόρρω τοῦ παρόντος γένωμαι, λαβὲ τὰ ψηφίσμαθʼ ἃ τοῖς Θασίοις καὶ Βυζαντίοις ἐγράφη. λέγε.

ΨΗΦΙΣΜΑΤΑ.

ἠκούσατε μὲν τῶν ψηφισμάτων, ὦ ἄνδρες δικασταί. τούτων δʼ ἴσως ἔνιοι τῶν ἀνδρῶν οὐκέτʼ εἰσίν. ἀλλὰ τὰ ἔργα τὰ πραχθέντʼ ἔστιν, ἐπειδήπερ ἅπαξ ἐπράχθη. προσήκει τοίνυν τὰς στήλας ταύτας κυρίας ἐᾶν τὸν πάντα χρόνον, ἵνʼ, ἕως μὲν ἄν τινες ζῶσι, μηδὲν ὑφʼ ὑμῶν ἀδικῶνται, ἐπειδὰν δὲ τελευτήσωσιν, ἐκεῖναι τοῦ τῆς πόλεως ἤθους μνημεῖον ὦσι, καὶ παραδείγμαθʼ ἑστῶσι τοῖς βουλομένοις τι ποιεῖν ὑμᾶς ἀγαθόν, ὅσους εὖ ποιήσαντας ἡ πόλις ἀντʼ εὖ πεποίηκεν.

καὶ μὴν μηδʼ ἐκεῖνʼ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, λανθανέτω, ὅτι τῶν αἰσχίστων ἐστὶν πάντας ἀνθρώπους ἰδεῖν καὶ ἀκοῦσαι τὰς μὲν συμφοράς, αἷς διʼ ὑμᾶς ἐχρήσανθʼ οἱ ἄνδρες οὗτοι, πάντα τὸν χρόνον κυρίας αὐτοῖς γεγενημένας, τὰς δὲ δωρειάς, ἃς ἀντὶ τούτων ἔλαβον παρʼ ὑμῶν, καὶ δὴ λελυμένας.

πολὺ γὰρ μᾶλλον ἥρμοττεν τὰ δοθέντʼ ἐῶντας τῶν ἀτυχημάτων ἀφαιρεῖν ἢ τούτων μενόντων τὰς δωρειὰς ἀφαιρεῖσθαι. φέρε γὰρ πρὸς Διός, τίς ἔστιν ὅστις εὖ ποιεῖν ὑμᾶς βουλήσεται, μέλλων, ἂν μὲν ἀποτύχῃ, παραχρῆμα δίκην δώσειν τοῖς ἐχθροῖς, ἂν δὲ κατορθώσῃ, τὰς χάριτας παρʼ ὑμῶν ἀπίστους ἕξειν;