Against Leptines
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
οὐ γὰρ δήπου τοῦτό γʼ ὑπείληφεν οὐδείς, ὡς ἐκεῖνος ὑπομενεῖ ἑαυτῷ μὲν ἀκύρους εἶναι τὰς παρʼ ὑμῶν δωρειάς, ὑμῖν δὲ μένειν τὰς παρʼ ἑαυτοῦ. οὐκοῦν πρὸς πολλοῖς οἷς βλάψειν ὑμᾶς ὁ νόμος φαίνεται, καὶ προσαφαιρεῖταί τι τῶν ὑπαρχόντων ἤδη. εἶθʼ ὑμεῖς ἔτι σκοπεῖτʼ εἰ χρὴ τοῦτον ἐξαλεῖψαι, καὶ οὐ πάλαι βεβούλευσθε; ἀνάγνωθι λαβὼν αὐτοῖς τὰ ψηφίσματα τὰ περὶ τοῦΛεύκωνος.
ΨΗΦΙΣΜΑΤΑ.
ὡς μὲν εἰκότως καὶ δικαίως τετύχηκεν τῆς ἀτελείας παρʼ ὑμῶν ὁ Λεύκων, ἀκηκόατʼ ἐκ τῶν ψηφισμάτων, ὦ ἄνδρες δικασταί. τούτων δʼ ἁπάντων στήλας ἀντιγράφους ἐστήσαθʼ ὑμεῖς κἀκεῖνος, τὴν μὲν ἐν Βοσπόρῳ, τὴν δʼ ἐν Πειραιεῖ, τὴν δʼ ἐφʼ Ἱερῷ. σκοπεῖτε δὴ πρὸς ὅσης κακίας ὑπερβολὴν ὑμᾶς ὁ νόμος προάγει, ὃς ἀπιστότερον τὸν δῆμον καθίστησʼ ἑνὸς ἀνδρός.
μὴ γὰρ οἴεσθʼ ὑμῖν ἄλλο τι τὰς στήλας ἑστάναι ταύτας ἢ τούτων πάντων ὧν ἔχετʼ ἢ δεδώκατε συνθήκας, αἷς ὁ μὲν Λεύκων ἐμμένων φανεῖται καὶ ποιεῖν ἀεί τι προθυμούμενος ὑμᾶς εὖ, ὑμεῖς δʼ ἑστώσας ἀκύρους πεποιηκότες, ὃ πολὺ δεινότερον τοῦ καθελεῖν· αὗται γὰρ οὑτωσὶ τοῖς βουλομένοις κατὰ τῆς πόλεως βλασφημεῖν τεκμήριον ὡς ἀληθῆ λέγουσιν ἑστήξουσιν.
φέρʼ, ἐὰν δὲ δὴ πέμψας ὡς ἡμᾶς ὁ Λεύκων ἐρωτᾷ, τί ἔχοντες ἐγκαλέσαι καὶ τί μεμφόμενοι τὴν ἀτέλειαν αὐτὸν ἀφῄρησθε, τί πρὸς θεῶν ἐροῦμεν ἢ τί γράψει ποθʼ ὁ τὸ ψήφισμʼ ὑπὲρ ἡμῶν γράφων;
ὅτι νὴ Δίʼ ἦσάν τινες τῶν εὑρημένων ἀνάξιοι. ἐὰν οὖν εἴπῃ πρὸς ταῦτʼ ἐκεῖνος καὶ γὰρ Ἀθηναίων τινὲς ἴσως φαῦλοι, καὶ οὐ διὰ ταῦτʼ ἐγὼ τοὺς χρηστοὺς ἀφειλόμην, ἀλλὰ τὸν δῆμον νομίζων χρηστὸν πάντας ἔχειν ἐῶ, οὐ δικαιότερʼ ἡμῶν ἐρεῖ; ἐμοὶ γοῦν δοκεῖ. παρὰ πᾶσι γὰρ ἀνθρώποις μᾶλλόν ἐστιν ἔθος διὰ τοὺς εὐεργέτας καὶ ἄλλους τινὰς εὖ ποιεῖν τῶν μὴ χρηστῶν ἢ διὰ τοὺς φαύλους τοὺς ὁμολογουμένως ἀξίους χάριτος τὰ δοθέντʼ ἀφαιρεῖσθαι.
καὶ μὴν οὐδʼ ὅπως οὐκ ἀντιδώσει τῷ Λεύκωνί τις, ἂν βούληται, δύναμαι σκοπούμενος εὑρεῖν. χρήματα μὲν γάρ ἐστιν ἀεὶ παρʼ ὑμῖν αὐτοῦ, κατὰ δὲ τὸν νόμον τοῦτον, ἐάν τις ἐπʼ αὔτʼ ἔλθῃ, ἢ στερήσεται τούτων ἢ λῃτουργεῖν ἀναγκασθήσεται. ἔστι δʼ οὐ τὸ τῆς δαπάνης μέγιστον ἐκείνῳ, ἀλλʼ ὅτι τὴν δωρειὰν ὑμᾶς αὐτὸν ἀφῃρῆσθαι νομιεῖ.
οὐ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ Λεύκων ἀδικηθῇ μόνον δεῖ σκοπεῖν, ᾧ φιλοτιμίας ἕνεχʼ ἡ περὶ τῆς δωρειᾶς σπουδὴ γένοιτʼ ἄν, οὐ χρείας, ἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν ἐποίησεν ὑμᾶς εὖ πράττων, εἰς δέον δὲ νῦν γέγονʼ αὐτῷ τὸ λαβεῖν παρʼ ὑμῶν τὴν ἀτέλειαν. τίς οὖν οὗτός ἐστιν; Ἐπικέρδης ὁ Κυρηναῖος, ὅς, εἴπερ τις ἄλλος τῶν εἰληφότων, δικαίως ἠξιώθη ταύτης τῆς τιμῆς, οὐ τῷ μεγάλʼ ἢ θαυμάσιʼ ἡλίκα δοῦναι, ἀλλὰ τῷ παρὰ τοιοῦτον καιρὸν ἐν ᾧ καὶ τῶν εὖ πεπονθότων ἔργον ἦν εὑρεῖν ἐθέλοντά τινα ὧν εὐεργέτητο μεμνῆσθαι.