Against Leptines
Demosthenes
Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
σκεψώμεθα δὴ τίνας ἡμῖν εἰσποιεῖ χορηγοὺς εἰς ἐκείνας τὰς λῃτουργίας, καὶ πόσους, ἐὰν μὴ τούτῳ προσέχωμεν, ἀφήσει. οἱ μὲν τοίνυν πλουσιώτατοι τριηραρχοῦντες ἀεὶ τῶν χορηγιῶν ἀτελεῖς ὑπάρχουσιν, οἱ δʼ ἐλάττω τῶν ἱκανῶν κεκτημένοι, τὴν ἀναγκαίαν ἀτέλειαν ἔχοντες, ἔξω τοῦ τέλους εἰσὶ τούτου· οὐκοῦν τούτων μὲν οὐδετέρων οὐδεὶς διὰ τὸν νόμον ἡμῖν προσέσται χορηγός.
ἀλλὰ νὴ Δίʼ εἰς τὰς τῶν μετοίκων λῃτουργίας εἰσποιεῖ πολλούς. ἀλλʼ ἐὰν δείξῃ πέντε, ἐγὼ ληρεῖν ὁμολογῶ. θήσω τοίνυν ἐγὼ μὴ τοιοῦτον εἶναι τοῦτο, ἀλλὰ καὶ τῶν μετοίκων πλείονας ἢ τοσούτους, ἐὰν ὁ νόμος τεθῇ, τοὺς λῃτουργοῦντας ἔσεσθαι, καὶ τῶν πολιτῶν μηδένʼ ἐκ τριηραρχίας ὑπάρξειν ἀτελῆ. σκεψώμεθα δὴ τί τοῦτο τῇ πόλει, ἐὰν ἅπαντες οὗτοι λῃτουργῶσιν· φανήσεται γὰρ οὐδὲ πολλοῦ δεῖ τῆς γενησομένης ἄξιον αἰσχύνης.
ὅρα δʼ οὑτωσί. εἰσὶ τῶν ξένων ἀτελεῖς—δέκα θήσω· καὶ μὰ τοὺς θεούς, ὅπερ εἶπον ἀρτίως, οὐκ οἶμαι πέντʼ εἶναι. καὶ μὴν τῶν γε πολιτῶν οὐκ εἰσὶ πλείους ἢ πέντʼ ἢ ἕξ. οὐκοῦν ἀμφοτέρων ἑκκαίδεκα. ποιήσωμεν αὐτοὺς εἴκοσιν, εἰ δὲ βούλεσθε, τριάκοντα. πόσοι δή ποτʼ εἰσὶν οἱ κατʼ ἐνιαυτὸν τὰς ἐγκυκλίους λῃτουργίας λῃτουργοῦντες, χορηγοὶ καὶ γυμνασίαρχοι καὶ ἑστιάτορες; ἑξήκοντʼ ἴσως ἢ μικρῷ πλείους σύμπαντες οὗτοι.
ἵνʼ οὖν τριάκοντʼ ἄνθρωποι πλείους παρὰ πάντα τὸν χρόνον λῃτουργήσωσιν ἡμῖν, τοὺς ἅπαντας ἀπίστως πρὸς ἡμᾶς αὐτοὺς διαθῶμεν; ἀλλʼ ἴσμεν ἐκεῖνο δήπου, ὅτι λῃτουργήσουσιν μέν, ἄνπερ ἡ πόλις ᾖ, πολλοὶ καὶ οὐκ ἐπιλείψουσιν, εὖ δὲ ποιεῖν ἡμᾶς οὐδεὶς ἐθελήσει, τοὺς πρότερον ποιήσαντας ἐὰν ἠδικημένους ἴδῃ.
εἶεν. εἰ δὲ δὴ τὰ μάλιστʼ ἐπέλειπον οἱ χορηγεῖν οἷοί τε, πρὸς Διὸς πότερον κρεῖττον ἦν εἰς συντέλειαν ἀγαγεῖν τὰς χορηγίας ὥσπερ τὰς τριηραρχίας, ἢ τοὺς εὐεργέτας ἀφελέσθαι τὰ δοθέντα; ἐγὼ μὲν ἐκεῖνʼ οἶμαι. νῦν μέν γε τὸν χρόνον, ὃν ἂν τούτων ἕκαστος λῃτουργῇ, δίδωσι τὴν ἀνάπαυσιν αὐτοῖς μόνον, μετὰ ταῦτα δʼ οὐδὲν ἔλαττον ἕκαστος αὐτῶν ἀναλώσει· τότε δʼ ἄν, μικρᾶς συντελείας ἀπὸ τῶν ὑπαρχόντων ἑκάστῳ γιγνομένης, οὐδὲν ἔπασχε δεινὸν οὐδείς, οὐδʼ εἰ πάνυ μικρὰ κεκτημένος ἦν.
οὕτω τοίνυν τινές, ὦ ἄνδρες Ἀθηναῖοι, σφόδρʼ ἔχουσʼ ἀλογίστως ὥστʼ ἐπιχειροῦσι λέγειν πρὸς μὲν ταῦτʼ οὐδέν, ἄλλα δὲ τοιαδί, ὡς ἄρα δεινόν, εἰ ἐν κοινῷ μὲν μηδʼ ὁτιοῦν ὑπάρχει τῇ πόλει, ἰδίᾳ δέ τινες πλουτήσουσʼ ἀτελείας ἐπειλημμένοι. ἔστι δὲ ταῦτʼ ἀμφότερʼ οὐχὶ δίκαιον λέγειν. εἰ μὲν γάρ τις ἔχει πολλὰ μηδὲν ὑμᾶς ἀδικῶν, οὐχὶ δεῖ δήπου τούτῳ βασκαίνειν· εἰ δʼ ὑφῃρημένον φήσουσιν ἤ τινʼ ἄλλον οὐχ ὃν προσήκει τρόπον, εἰσὶ νόμοι καθʼ οὓς προσήκει κολάζειν. ὅτε δὲ τοῦτο μὴ ποιοῦσιν, οὐδὲ τὸν λόγον αὐτοῖς τοῦτον λεκτέον.