Against Leptines

Demosthenes

Demosthenis. Orationes. Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.

οἱ νόμοι δʼ οὐκ ἐῶσι δὶς πρὸς τὸν αὐτὸν περὶ τῶν αὐτῶν οὔτε δίκας οὔτʼ εὐθύνας οὔτε διαδικασίαν οὔτʼ ἄλλο τοιοῦτʼ οὐδὲν εἶναι. χωρὶς δὲ τούτων ἀτοπώτατον ἂν πάντων συμβαίη, εἰ τότε μὲν τὰ Χαβρίου παρʼ ὑμῖν ἔργα μεῖζον ἴσχυε τῶν Λεωδάμαντος λόγων, ἐπειδὴ δὲ ταῦτά θʼ ὑπάρχει καὶ τὰ τῶν ἄλλων εὐεργετῶν προσγέγονεν, τηνικαῦτα σύμπαντα ταῦτʼ ἀσθενέστερα τῶν τούτου λόγων γένοιτο.

καὶ μὴν πρός γʼ Ἀριστοφῶντα πολλὰ καὶ δίκαιʼ ἂν ἔχειν εἰπεῖν οἶμαι. οὗτος εὕρετο τὴν δωρειὰν παρʼ ὑμῖν, ἐν ᾗ τοῦτʼ ἐνῆν. καὶ οὐ τοῦτʼ ἐπιτιμῶ· δεῖ γὰρ ἐφʼ ὑμῖν εἶναι διδόναι τὰ ὑμέτερʼ αὐτῶν οἷς ἂν βούλησθε. ἀλλʼ ἐκεῖνό γʼ οὐχὶ δίκαιον εἶναί φημι, τὸ ὅτε μὲν τούτῳ ταῦτʼ ἔμελλεν ὑπάρχειν λαβόντι, μηδὲν ἡγεῖσθαι δεινόν, ἐπειδὴ δʼ ἑτέροις δέδοται, τηνικαῦτʼ ἀγανακτεῖν καὶ πείθειν ὑμᾶς ἀφελέσθαι.

καὶ μὴν καὶ Γελάρχῳ πέντε τάλαντʼ ἀποδοῦναι γέγραφʼ οὗτος ὡς παρασχόντι τοῖς ἐν Πειραιεῖ τοῦ δήμου, καὶ καλῶς ἐποίει. μὴ τοίνυν ἃ μὲν ἦν ἀμάρτυρα, ταῦτʼ ἐπὶ τῇ τοῦ δήμου προφάσει διὰ σοῦ δεδόσθω, ὧν δʼ αὐτὸς ὁ δῆμος μαρτυρίας ἔστησεν ἐν τοῖς ἱεροῖς ἀναγράψας καὶ πάντες συνίσασιν, ταῦτʼ ἀφελέσθαι παραίνει· μηδʼ αὑτὸς φαίνου τά τʼ ὀφειλόμενʼ ὡς ἀποδοῦναι δεῖ γράφων, καὶ ἅ τις παρὰ τοῦ δήμου κεκόμισται, ταῦτʼ ἀφελέσθαι παραινῶν.

καὶ μὴν πρός γε Κηφισόδοτον τοσοῦτʼ ἂν εἴποιμι. οὗτός ἐστιν οὐδενὸς ἧττον, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν λεγόντων δεινὸς εἰπεῖν. πολὺ τοίνυν κάλλιον τῇ δεινότητι ταύτῃ χρῆσθαι ἐπὶ τὸ τοὺς ἀδικοῦντας ὑμᾶς κολάζειν ἢ τοὺς ἀγαθοῦ τινὸς αἰτίους ἀδικεῖν. εἰ γὰρ ἀπεχθάνεσθαί τισι δεῖ, τοῖς ἀδικοῦσι τὸν δῆμον, οὐ τοῖς ἀγαθόν τι ποιοῦσιν ἔγωγε νομίζω δεῖν.

πρὸς τοίνυν Δεινίαν· οὗτος ἴσως ἐρεῖ τριηραρχίας αὑτοῦ καὶ λῃτουργίας. ἐγὼ δʼ, εἰ πολλοῦ τῇ πόλει Δεινίας ἄξιον αὑτὸν παρέσχηκεν, ὡς ἔμοιγε δοκεῖ νὴ τοὺς θεούς, μᾶλλον ἂν παραινέσαιμʼ αὑτῷ τινὰ τιμὴν ὑμᾶς ἀξιοῦν δοῦναι ἢ τὰς ἑτέροις πρότερον δοθείσας ἀφελέσθαι κελεύειν· πολὺ γὰρ βελτίονος ἀνδρός ἐστιν ἐφʼ οἷς αὐτὸς εὖ πεποίηκεν ἀξιοῦν τιμᾶσθαι ἢ ἐφʼ οἷς ἕτεροι ποιήσαντες ἐτιμήθησαν φθονεῖν.

ὃ δὲ δὴ μέγιστον ἁπάντων καὶ κοινὸν ὑπάρχει κατὰ πάντων τῶν συνδίκων· τούτων πολλάκις εἷς ἕκαστος πρότερόν τισι πράγμασι σύνδικος γέγονεν. ἔστι δὲ καὶ μάλʼ ἔχων νόμος ὑμῖν καλῶς, οὐκ ἐπὶ τούτοις τεθείς, ἀλλʼ ἵνα μὴ τὸ πρᾶγμʼ ὥσπερ ἐργασία τισὶν ᾖ καὶ συκοφαντία, μὴ ἐξεῖναι ὑπὸ τοῦ δήμου χειροτονηθέντα πλεῖν ἢ ἅπαξ συνδικῆσαι.

τοὺς δὴ συνεροῦντας νόμῳ καὶ διδάξοντας ὑμᾶς ὡς ἐπιτήδειός ἐστιν, αὐτοὺς τοῖς ὑπάρχουσι νόμοις δεῖ πειθομένους φαίνεσθαι· εἰ δὲ μή, γελοῖον νόμῳ μὲν συνδικεῖν, νόμον δʼ αὐτοὺς παραβαίνειν ἕτερον. ἀνάγνωθι λαβὼν τὸν νόμον αὐτοῖς ὃν λέγω.

ΝΟΜΟΣ.

οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ παλαιός ἐσθʼ ὁ νόμος καὶ καλῶς ἔχων, ὃν ἐὰν σωφρονῶσι φυλάξονται παραβαίνειν οὗτοι.