On the False Embassy

Demosthenes

Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.

εἶτʼ ἐπειδὴ δεῖ λόγον καὶ δίκην ὑπέχειν τῶν πεπραγμένων, ὤν, οἶμαι, πανοῦργος οὗτος καὶ θεοῖς ἐχθρὸς καὶ γραμματεύς, ὡς ὑπὲρ εἰρήνης κρινόμενος ἀπολογήσεται, οὐχ ἵνα πλειόνων ἢ κατηγορεῖ τις αὐτοῦ δῷ λόγον· μανία γὰρ τοῦτό γε· ἀλλʼ ὁρᾷ τοῦθʼ ὅτι ἐν μὲν τοῖς ὑφʼ αὑτοῦ πεπραγμένοις ἀγαθὸν μὲν οὐδέν ἐστιν, ἅπαντα δὲ τἀδικήματα, ἡ δʼ ὑπὲρ τῆς εἰρήνης ἀπολογία, καὶ εἰ μηδὲν ἄλλο, τοὔνομα γοῦν ἔχει φιλάνθρωπον.

ἣν δέδοικα μέν, ὦ ἄνδρες Ἀθηναῖοι, δέδοικα, μὴ λελήθαμεν ὥσπερ οἱ δανειζόμενοι ἐπὶ πολλῷ ἄγοντες· τὸ γὰρ ἀσφαλὲς αὐτῆς καὶ τὸ βέβαιον οὗτοι προὔδοσαν, Φωκέας καὶ Πύλας· οὐ μὴν διὰ τοῦτόν γʼ ἐξ ἀρχῆς ἐποιησάμεθα, ἀλλʼ ἄτοπον μέν ἐστιν ὃ μέλλω λέγειν, ἀληθὲς δὲ πάνυ· εἰ γάρ τις ὡς ἀληθῶς χαίρει τῇ εἰρήνῃ, τοῖς στρατηγοῖς, ὧν κατηγοροῦσιν ἅπαντες, χάριν αὐτῆς ἐχέτω· εἰ γὰρ ἐκεῖνοι ὡς ὑμεῖς ἐβούλεσθʼ ἐπολέμουν, οὐδʼ ὄνομʼ εἰρήνης ἂν ὑμεῖς ἠνέσχεσθε.