On the False Embassy

Demosthenes

Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.

μὴ λέγʼ ὡς καλὸν εἰρήνη, μηδʼ ὡς συμφέρον· οὐδεὶς γὰρ αἰτιᾶταί σε τοῦ ποιήσασθαι τὴν πόλιν εἰρήνην· ἀλλʼ ὡς οὐκ αἰσχρὰ καὶ ἐπονείδιστος, καὶ πόλλʼ ὕστερον ἐξηπατήμεθα, καὶ πάντʼ ἀπώλετο, ταῦτα λέγε. τούτων γὰρ ἁπάντων ἡμῖν αἴτιος σὺ δέδειξαι. καὶ τί δὴ μέχρι νυνὶ τὸν τὰ τοιαῦτα πεποιηκότʼ ἐπαινεῖς; ἂν οὕτω φυλάττητʼ αὐτόν, οὐχ ἕξει τί λέγῃ, ἀλλὰ τὴν ἄλλως ἐνταῦθʼ ἐπαρεῖ τὴν φωνὴν καὶ πεφωνασκηκὼς ἔσται.

καίτοι καὶ περὶ τῆς φωνῆς ἴσως εἰπεῖν ἀνάγκη· πάνυ γὰρ μέγα καὶ ἐπὶ ταύτῃ φρονεῖν αὐτὸν ἀκούω, ὡς καθυποκρινούμενον ὑμᾶς. ἐμοὶ δὲ δοκεῖτʼ ἀτοπώτατον ἁπάντων ἂν ποιῆσαι, εἰ, ὅτε μὲν τὰ Θυέστου καὶ τῶν ἐπὶ Τροίᾳ κάκʼ ἠγωνίζετο, ἐξεβάλλετʼ αὐτὸν καὶ ἐξεσυρίττετʼ ἐκ τῶν θεάτρων καὶ μόνον οὐ κατελεύεθʼ οὕτως ὥστε τελευτῶντα τοῦ τριταγωνιστεῖν ἀποστῆναι, ἐπειδὴ δʼ οὐκ ἐπὶ τῆς σκηνῆς, ἀλλʼ ἐν τοῖς κοινοῖς καὶ μεγίστοις τῆς πόλεως πράγμασι μυρίʼ εἴργασται κακά, τηνικαῦθʼ ὡς καλὸν φθεγγομένῳ προσέχοιτε.