On the False Embassy
Demosthenes
Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
ἔσθʼ ὅντινʼ ὑμεῖς, ὦ ἄνδρες δικασταί, τῶν πρέσβεων ὧν ἔπεμψε Φίλιππος χαλκοῦν στήσαιτʼ ἂν ἐν ἀγορᾷ; τί δέ; δοίητʼ ἂν ἐν πρυτανείῳ σίτησιν ἢ ἄλλην τινὰ δωρειάν, αἷς τιμᾶτε τοὺς εὐεργέτας; ἐγὼ μὲν οὐκ οἶμαι. διὰ τί; (οὔτε γὰρ ὑμεῖς γʼ ἀχάριστοί ἐστʼ οὔτʼ ἄδικοι ἄνθρωποι οὔτε κακοί.) ὅτι πάνθʼ ὑπὲρ Φιλίππου καὶ οὐδʼ ὁτιοῦν ὑπὲρ ὑμῶν ἔπραξαν, εἴποιτʼ ἄν, καὶ ἀληθῆ καὶ δίκαια.
εἶτʼ οἴεσθʼ ὑμεῖς μὲν οὕτω γιγνώσκειν, τὸν δὲ Φίλιππον οὐχ οὕτω, ἀλλὰ τούτοις διδόναι τηλικαύτας καὶ τοσαύτας δωρειὰς διότι ὑπὲρ ὑμῶν καλῶς καὶ δικαίως ἐπρέσβευσαν; οὐκ ἔστι ταῦτα. τὸν γὰρ Ἡγήσιππον ὁρᾶτε καὶ τοὺς μετʼ αὐτοῦ πρέσβεις πῶς ἐδέξατο. τὰ μὲν ἄλλα σιωπῶ, ἀλλὰ Ξενοκλείδην τουτονὶ τὸν ποιητὴν ἐξεκήρυξεν, ὅτι αὐτοὺς ὑπεδέξατο πολίτας ὄντας. τοῖς μὲν γὰρ ὑπὲρ ὑμῶν λέγουσι δικαίως ὅσʼ ἂν φρονῶσι τοῦτον τὸν τρόπον προσφέρεται, τοῖς δὲ πεπρακόσιν αὑτοὺς ὡς τούτοις. ταῦτʼ οὖν μαρτύρων, ταῦτʼ ἐλέγχων τινῶν ἔτι δεῖται μειζόνων; ταῦτʼ ἀφαιρήσεταί τις ὑμῶν;