On the False Embassy

Demosthenes

Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.

εἶτα γεωργεῖς ἐκ τούτων καὶ σεμνὸς γέγονας. καὶ γὰρ τοῦτο. πρὸ μὲν τοῦ πάντα κάκʼ εἰργάσθαι τὴν πόλιν ὡμολόγει γεγραμματευκέναι καὶ χάριν ὑμῖν ἔχειν τοῦ χειροτονηθῆναι, καὶ μέτριον παρεῖχεν ἑαυτόν· ἐπειδὴ δὲ μυρίʼ εἴργασται κακά, τὰς ὀφρῦς ἀνέσπακε, κἂν ὁ γεγραμματευκὼς Αἰσχίνης εἴπῃ τις, ἐχθρὸς εὐθέως καὶ κακῶς φησιν ἀκηκοέναι, καὶ διὰ τῆς ἀγορᾶς πορεύεται θοἰμάτιον καθεὶς ἄχρι τῶν σφυρῶν, ἴσα βαίνων Πυθοκλεῖ, τὰς γνάθους φυσῶν, τῶν Φιλίππου ξένων καὶ φίλων εἷς οὗτος ὑμῖν ἤδη, τῶν ἀπαλλαγῆναι τοῦ δήμου βουλομένων καὶ κλύδωνα καὶ μανίαν τὰ καθεστηκότα πράγμαθʼ ἡγουμένων, ὁ τέως προσκυνῶν τὴν θόλον.

βούλομαι τοίνυν ὑμῖν ἐπανελθεῖν ἐπὶ κεφαλαίων ὃν τρόπον ὑμᾶς κατεπολιτεύσατο Φίλιππος προσλαβὼν τούτους τοὺς θεοῖς ἐχθρούς. πάνυ δʼ ἄξιον ἐξετάσαι καὶ θεάσασθαι τὴν ἀπάτην ὅλην. τὸ μὲν γὰρ ἀπʼ ἀρχῆς τῆς εἰρήνης ἐπιθυμῶν, διαφορουμένης αὐτοῦ τῆς χώρας ὑπὸ τῶν λῃστῶν καὶ κεκλειμένων τῶν ἐμπορίων, ὥστʼ ἀνόνητον ἐκεῖνον ἁπάντων εἶναι τῶν ἀγαθῶν, τοὺς τὰ φιλάνθρωπα λέγοντας ἐκείνους ἀπέστειλεν ὑπὲρ αὑτοῦ, τὸν Νεοπτόλεμον, τὸν Ἀριστόδημον, τὸν Κτησιφῶντα·

ἐπειδὴ δʼ ἤλθομεν ὡς αὐτὸν ἡμεῖς οἱ πρέσβεις, ἐμισθώσατο μὲν τοῦτον εὐθέως, ὅπως συνερεῖ καὶ συναγωνιεῖται τῷ μιαρῷ Φιλοκράτει καὶ τῶν τὰ δίκαια βουλομένων ἡμῶν πράττειν περιέσται, συνέγραψε δʼ ἐπιστολὴν ὡς ὑμᾶς, ᾗ μάλιστʼ ἂν ᾤετο τῆς εἰρήνης τυχεῖν.

ἦν δʼ οὐδὲν μᾶλλον μέγʼ αὐτῷ καθʼ ὑμῶν οὐδʼ οὕτω πρᾶξαι, εἰ μὴ Φωκέας ἀπολεῖ. τοῦτο δʼ οὐκ ἦν εὔπορον· συνῆκτο γὰρ αὐτῷ τὰ πράγματα, ὥσπερ ἐκ τύχης, εἰς καιρὸν τοιοῦτον, ὥστʼ ἢ μηδὲν ὧν ἐβούλετʼ εἶναι διαπράξασθαι, ἢ ἀνάγκην εἶναι ψεύσασθαι κἀπιορκῆσαι καὶ μάρτυρας τῆς αὑτοῦ κακίας πάντας Ἕλληνας καὶ βαρβάρους ποιήσασθαι.

εἰ μὲν γὰρ προσδέξαιτο Φωκέας συμμάχους καὶ μεθʼ ὑμῶν τοὺς ὅρκους αὐτοῖς ἀποδοίη, τοὺς πρὸς Θετταλοὺς καὶ Θηβαίους ὅρκους παραβαίνειν εὐθὺς ἀναγκαῖον ἦν, ὧν τοῖς μὲν τὴν Βοιωτίαν συνεξαιρήσειν ὠμωμόκει, τοῖς δὲ τὴν πυλαίαν συγκαταστήσειν· εἰ δὲ μὴ προσδέχοιτο, ὥσπερ οὐ προσίετο, οὐκ ἐάσειν ὑμᾶς παρελθεῖν αὐτὸν ἡγεῖτο, ἀλλὰ βοηθήσειν εἰς Πύλας, ὅπερ, εἰ μὴ παρεκρούσθητε, ἐποιήσατʼ ἄν· εἰ δὲ τοῦτο γένοιτο, οὐκ ἐνεῖναι παρελθεῖν ἐλογίζετο.

καὶ τοῦτʼ οὐ παρʼ ἄλλων αὐτὸν ἔδει πυθέσθαι, ἀλλʼ αὐτὸς ὑπῆρχε μάρτυς ἑαυτῷ τοῦ πράγματος· ὅτε γὰρ Φωκέας ἐκράτησε τὸ πρῶτον καὶ διέφθειρε τοὺς ξένους αὐτῶν καὶ τὸν ἡγούμενον καὶ στρατηγοῦντʼ Ὀνόμαρχον, τότε τῶν ὄντων ἀνθρώπων ἁπάντων οὐδενός, οὔθʼ Ἕλληνος οὔτε βαρβάρου, Φωκεῦσι βοηθήσαντος πλὴν ὑμῶν, οὐχ ὅπως παρῆλθεν ἢ διεπράξαθʼ ὧν ἐβουλήθη τι παρελθών, ἀλλʼ οὐδὲ προσελθεῖν ἐγγὺς ἐδυνήθη.

ᾔδει δὴ σαφῶς, οἶμαι, τοῦθʼ ὅτι νῦν, ἡνίκʼ ἐστασίαζε μὲν αὐτῷ τὰ Θετταλῶν, καὶ Φεραῖοι πρῶτον οὐ συνηκολούθουν, ἐκρατοῦντο δὲ Θηβαῖοι καὶ μάχην ἥττηντο καὶ τρόπαιον ἀπʼ αὐτῶν εἱστήκει, οὐκ ἔνεστι παρελθεῖν, εἰ βοηθήσεθʼ ὑμεῖς, οὐδʼ, ἂν ἐπιχειρῇ, χαιρήσει, εἰ μή τις τέχνη προσγενήσεται. πῶς οὖν μήτε ψεύσωμαι φανερῶς, μήτʼ ἐπιορκεῖν δόξας πάνθʼ ἃ βούλομαι διαπράξωμαι; πῶς; οὕτως, ἂν Ἀθηναίων τινὰς εὕρω τοὺς Ἀθηναίους ἐξαπατήσοντας· ταύτης γὰρ οὐκέτʼ ἐγὼ τῆς αἰσχύνης κληρονομῶ.

ἐντεῦθεν οἱ μὲν παρʼ ἐκείνου πρέσβεις προὔλεγον ὑμῖν ὅτι Φωκέας οὐ προσδέχεται Φίλιππος συμμάχους, οὗτοι δʼ ἐκδεχόμενοι τοιαῦτʼ ἐδημηγόρουν, ὡς φανερῶς μὲν οὐχὶ καλῶς ἔχει τῷ Φιλίππῳ προσδέξασθαι τοὺς Φωκέας συμμάχους διὰ τοὺς Θηβαίους καὶ τοὺς Θετταλούς, ἂν δὲ γένηται τῶν πραγμάτων κύριος καὶ τῆς εἰρήνης τύχῃ, ἅπερ ἂν συνθέσθαι νῦν ἀξιώσαιμεν αὐτόν, ταῦτα ποιήσει τότε.

τὴν μὲν τοίνυν εἰρήνην ταύταις ταῖς ἐλπίσι καὶ ταῖς ἐπαγωγαῖς εὕροντο παρʼ ὑμῶν ἄνευ Φωκέων· τὴν δὲ βοήθειαν ἔδει κωλῦσαι τὴν εἰς τὰς Πύλας, ἐφʼ ἣν αἱ πεντήκοντα τριήρεις ὅμως ἐφώρμουν, ἵνʼ, εἰ πορεύοιτο Φίλιππος, κωλύοιθʼ ὑμεῖς. πῶς οὖν;

τίς τέχνη πάλιν αὖ γενήσεται περὶ ταύτης; τοὺς χρόνους ὑμῶν ἀφελέσθαι καὶ ἐπιστῆσαι τὰ πράγματʼ ἀγαγόντας ἄφνω, ἵνα μηδʼ ἂν βούλησθε δύνησθʼ ἐξελθεῖν. οὐκοῦν τοῦθʼ οὗτοι πράττοντες φαίνονται, ἐγὼ δʼ, ὥσπερ ἀκηκόατʼ ἤδη πολλάκις, οὐχὶ δυνηθεὶς προαπελθεῖν, ἀλλὰ καὶ μισθωσάμενος πλοῖον κατακωλυθεὶς ἐκπλεῦσαι.

ἀλλὰ καὶ πιστεῦσαι Φωκέας ἔδει Φιλίππῳ καὶ ἑκόντας ἑαυτοὺς ἐνδοῦναι, ἵνα μηδεὶς χρόνος ἐγγένηται τοῖς πράγμασι μηδʼ ἐναντίον ἔλθῃ ψήφισμα παρʼ ὑμῶν μηδέν. οὐκοῦν ὡς μὲν οἱ Φωκεῖς σωθήσονται, παρὰ τῶν Ἀθηναίων πρέσβεων ἀπαγγελθήσεται, ὥστε καὶ εἴ τις ἐμοὶ διαπιστεῖ, τούτοις πιστεύσας αὑτὸν ἐγχειριεῖ· τοὺς δʼ Ἀθηναίους αὐτοὺς μεταπεμψόμεθʼ ἡμεῖς, ἵνα πάνθʼ, ὅσʼ ἂν βούλωνται, νομίσαντες ὑπάρχειν σφίσι μηδὲν ἐναντίον ψηφίσωνται· οὗτοι δὲ τοιαῦτʼ ἀπαγγελοῦσι παρʼ ἡμῶν καὶ ὑποσχήσονται ἐξ ὧν μηδʼ ἂν ὁτιοῦν ᾖ κινηθήσονται.

τοῦτον τὸν τρόπον καὶ τοιαύταις τέχναις ὑπὸ τῶν κάκιστʼ ἀπολουμένων ἀνθρώπων πάντα τὰ πράγματʼ ἀπώλετο. καὶ γάρ τοι παραχρῆμα, ἀντὶ μὲν τοῦ Θεσπιὰς καὶ Πλαταιὰς ἰδεῖν οἰκιζομένας, Ὀρχομενὸν καὶ Κορώνειαν ἠκούσατʼ ἠνδραποδισμένας, ἀντὶ δὲ τοῦ τὰς Θήβας ταπεινὰς γενέσθαι καὶ περιαιρεθῆναι τὴν ὕβριν καὶ τὸ φρόνημα αὐτῶν, τὰ τῶν συμμάχων τῶν ὑμετέρων Φωκέων τείχη κατεσκάπτετο· Θηβαῖοι δʼ ἦσαν οἱ κατασκάπτοντες, οἱ διοικισθέντες ὑπʼ Αἰσχίνου τῷ λόγῳ.

ἀντὶ δὲ τοῦ τὴν Εὔβοιαν ἀντʼ Ἀμφιπόλεως ὑμῖν παραδοθῆναι, ὁρμητήριʼ ἐφʼ ὑμᾶς ἐν Εὐβοίᾳ Φίλιππος προσκατασκευάζεται καὶ Γεραιστῷ καὶ Μεγάροις ἐπιβουλεύων διατελεῖ. ἀντὶ δὲ τοῦ τὸν Ὠρωπὸν ὑμῖν ἀποδοθῆναι, περὶ Δρυμοῦ καὶ τῆς πρὸς Πανάκτῳ χώρας μεθʼ ὅπλων ἐξερχόμεθα, ὅ, τέως ἦσαν Φωκεῖς σῷοι, οὐδεπώποτʼ ἐποιήσαμεν.

ἀντὶ δὲ τοῦ τὰ πάτριʼ ἐν τῷ ἱερῷ κατασταθῆναι καὶ τὰ χρήματʼ εἰσπραχθῆναι τῷ θεῷ, οἱ μὲν ὄντες Ἀμφικτύονες φεύγουσι καὶ ἐξελήλανται, καὶ ἀνάστατος αὐτῶν ἡ χώρα γέγονεν, οἱ δʼ οὐπώποτʼ ἐν τῷ πρόσθεν χρόνῳ γενόμενοι Μακεδόνες καὶ βάρβαροι, νῦν Ἀμφικτύονες εἶναι βιάζονται· ἐὰν δέ τις περὶ τῶν ἱερῶν χρημάτων μνησθῇ, κατακρημνίζεται, ἡ πόλις δὲ τὴν προμαντείαν ἀφῄρηται.