On the False Embassy
Demosthenes
Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
ποῖος γὰρ ἵππος, ποία τριήρης, ποία στρατεία, τίς χορός, τίς λῃτουργία, τίς εἰσφορά, τίς εὔνοια, ποῖος κίνδυνος, τί τούτων ἐν παντὶ τῷ χρόνῳ γέγονεν παρὰ τούτων τῇ πόλει; καίτοι κἂν εἰ ταῦτα πάνθʼ ὑπῆρχεν, ἐκεῖνα δὲ μὴ προσῆν, δικαίως καὶ προῖκα πεπρεσβευκέναι, ἀπολωλέναι δήπου προσῆκεν αὐτῷ. εἰ δὲ μήτε ταῦτα μήτʼ ἐκεῖνα, οὐ τιμωρήσεσθε;
οὐκ ἀναμνησθήσεσθʼ ὧν κατηγορῶν ἔλεγεν Τιμάρχου, ὡς οὐδέν ἐστʼ ὄφελος πόλεως ἥτις μὴ νεῦρʼ ἐπὶ τοὺς ἀδικοῦντας ἔχει, οὐδὲ πολιτείας ἐν ᾗ συγγνώμη καὶ παραγγελία τῶν νόμων μεῖζον ἰσχύουσιν· οὐδʼ ἐλεεῖν ὑμᾶς οὔτε τὴν μητέρα δεῖν τὴν Τιμάρχου, γραῦν γυναῖκα, οὔτε τὰ παιδίʼ οὔτʼ ἄλλον οὐδένα, ἀλλʼ ἐκεῖνʼ ὁρᾶν, ὅτι, εἰ προήσεσθε τὰ τῶν νόμων καὶ τῆς πολιτείας, οὐχ εὑρήσετε τοὺς ὑμᾶς αὐτοὺς ἐλεήσοντας.