On the False Embassy
Demosthenes
Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
τούτων οὐδὲν ἐσκέψατο, οὐδʼ ὅπως ὀρθὴ πλεύσεται προείδετο, ἀλλʼ ἀνέτρεψε καὶ κατέδυσε καὶ τὸ καθʼ αὑτὸν ὅπως ἐπὶ τοῖς ἐχθροῖς ἔσται παρεσκεύασεν. εἶτʼ οὐ σὺ σοφιστής; καὶ πονηρός γε. οὐ σὺ λογογράφος; καὶ θεοῖς ἐχθρός γε· ὃς ἃ μὲν πολλάκις ἠγωνίσω καὶ ἀκριβῶς ἐξηπίστασο, ὑπερέβης, ἃ δʼ οὐδεπώποτʼ ἐν τῷ βίῳ ὑπεκρίνω, ταῦτα ζητήσας ἐπὶ τῷ τῶν πολιτῶν βλάψαι τινʼ εἰς μέσον ἤνεγκας.
φέρε δὴ καὶ περὶ τοῦ Σόλωνος ὃν εἶπε λόγον σκέψασθε. ἔφη τὸν Σόλωνʼ ἀνακεῖσθαι τῆς τῶν τότε δημηγορούντων σωφροσύνης παράδειγμα, εἴσω τὴν χεῖρʼ ἔχοντʼ ἀναβεβλημένον, ἐπιπλήττων τι καὶ λοιδορούμενος τῇ τοῦ Τιμάρχου προπετείᾳ. καίτοι τὸν μὲν ἀνδριάντα τοῦτον οὔπω πεντήκοντʼ ἔτη φάσʼ ἀνακεῖσθαι Σαλαμίνιοι, ἀπὸ Σόλωνος δʼ ὁμοῦ διακόσιʼ ἐστὶν ἔτη καὶ τετταράκοντʼ εἰς τὸν νυνὶ παρόντα χρόνον, ὥσθʼ ὁ δημιουργὸς ὁ τοῦτο πλάσας τὸ σχῆμα οὐ μόνον οὐκ αὐτὸς ἦν κατʼ ἐκεῖνον, ἀλλʼ οὐδʼ ὁ πάππος αὐτοῦ.