On the False Embassy

Demosthenes

Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.

ὅσῳ γὰρ αὖ σὲ πλείους ἢ ʼκεῖνον αἰτιῶνται, θεώρησον ὡς εἴσει. τὸν μὲν Τίμαρχον οὐδʼ οἱ πρόσχωροι πάντες ἐγίγνωσκον, ὑμᾶς δὲ τοὺς πρέσβεις οὐδεὶς Ἑλλήνων οὐδὲ βαρβάρων ἔσθʼ ὅστις οὔ φησι χρήματʼ ἐκ τῆς πρεσβείας εἰληφέναι. ὥστʼ, εἴπερ ἐστʼ ἀληθὴς ἡ φήμη, καθʼ ὑμῶν ἐστιν ἡ παρὰ τῶν πολλῶν, ἣν ὅτι πιστὴν εἶναι δεῖ καὶ θεός νύ τίς ἐστι καὶ αὐτή, καὶ ὅτι σοφὸς ἦν ὁ ποιητὴς ὁ ταῦτα ποιήσας, σὺ διώρισας αὐτός.

ἔτι τοίνυν ἰαμβεῖα δήπου συλλέξας ἐπέραινεν, οἷον

  1. ὅστις δʼ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ,
  2. οὐ πώποτʼ ἠρώτησα, γιγνώσκων ὅτι
  3. τοιοῦτός ἐσθʼ οἵοισπερ ἥδεται ξυνών.
unknown εἶτα τὸν εἰς τοὺς ὄρνεις εἰσιόντα καὶ μετὰ Πιτταλάκου περιιόντα, καὶ τοιαῦτʼ εἰπών, ἀγνοεῖτʼ, ἔφη, ποῖόν τινʼ ἡγεῖσθαι δεῖ; οὐκοῦν, Αἰσχίνη, καὶ κατὰ σοῦ τὰ ἰαμβεῖα ταῦθʼ ἁρμόσει νῦν ἐμοί, κἂν ἐγὼ λέγω πρὸς τούτους, ὀρθῶς καὶ προσηκόντως ἐρῶ· ὅστις δʼ ὁμιλῶν ἥδεται, καὶ ταῦτα πρεσβεύων, Φιλοκράτει, οὐ πώποτʼ ἠρώτησα, γιγνώσκων ὅτι ἀργύριον εἴληφʼ οὗτος, ὥσπερ Φιλοκράτης ὁ ὁμολογῶν.

λογογράφους τοίνυν καὶ σοφιστὰς καλῶν τοὺς ἄλλους καὶ ὑβρίζειν πειρώμενος, αὐτὸς ἐξελεγχθήσεται τούτοις ὢν ἔνοχος. ταῦτα μὲν γὰρ τὰ ἰαμβεῖʼ ἐκ Φοίνικός ἐστιν Εὐριπίδου· τοῦτο δὲ τὸ δρᾶμʼ οὐδεπώποτʼ οὔτε Θεόδωρος οὔτʼ Ἀριστόδημος ὑπεκρίναντο, οἷς οὗτος τὰ τρίτα λέγων διετέλεσεν, ἀλλὰ Μόλων ἠγωνίζετο καὶ εἰ δή τις ἄλλος τῶν παλαιῶν ὑποκριτῶν. Ἀντιγόνην δὲ Σοφοκλέους πολλάκις μὲν Θεόδωρος, πολλάκις δʼ Ἀριστόδημος ὑποκέκριται, ἐν ᾗ πεποιημένʼ ἰαμβεῖα καλῶς καὶ συμφερόντως ὑμῖν πολλάκις αὐτὸς εἰρηκὼς καὶ ἀκριβῶς ἐξεπιστάμενος παρέλιπεν.

ἴστε γὰρ δήπου τοῦθʼ ὅτι ἐν ἅπασι τοῖς δράμασι τοῖς τραγικοῖς ἐξαίρετόν ἐστιν ὥσπερ γέρας τοῖς τριταγωνισταῖς τὸ τοὺς τυράννους καὶ τοὺς τὰ σκῆπτρʼ ἔχοντας εἰσιέναι. ταῦτα τοίνυν ἐν τῷ δράματι τούτῳ σκέψασθʼ ὁ Κρέων Αἰσχίνης οἷα λέγων πεποίηται τῷ ποιητῇ, ἃ οὔτε πρὸς αὑτὸν οὗτος ὑπὲρ τῆς πρεσβείας διελέχθη οὔτε πρὸς τοὺς δικαστὰς εἶπεν. λέγε.

ΙΑΜΒΕΙΑ ΣΟΦΟΚΛΕΟΥΣ ΕΞ ΑΝΤΙΓΟΝΗΣ.

  1. ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν
  2. ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂν
  3. ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ.
  4. ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν
  5. μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων,
  6. ἀλλʼ ἐκ φόβου του γλῶσσαν ἐγκλείσας ἔχει,
  7. κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ·
  8. καὶ μείζονʼ ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας
  9. φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω.
  10. ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθʼ ὁρῶν ἀεί,
  11. οὔτʼ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶν
  12. στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας,
  13. οὔτʼ ἂν φίλον ποτʼ ἄνδρα δυσμενῆ χθονὸς
  14. θείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτι
  15. ἥδʼ ἐστὶν ἡ σῴζουσα, καὶ ταύτης ἔπι
  16. πλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα.
Soph. Ant. 175-190

τούτων οὐδὲν Αἰσχίνης εἶπε πρὸς αὑτὸν ἐν τῇ πρεσβείᾳ, ἀλλʼ ἀντὶ μὲν τῆς πόλεως τὴν Φιλίππου ξενίαν καὶ φιλίαν πολλῷ μείζονʼ ἡγήσαθʼ αὑτῷ καὶ λυσιτελεστέραν, ἐρρῶσθαι πολλὰ φράσας τῷ σοφῷ Σοφοκλεῖ, τὴν δʼ ἄτην ὁρῶν στείχουσαν ὁμοῦ, τὴν ἐπὶ Φωκέας στρατείαν, οὐ προεῖπεν οὐδὲ προεξήγγειλεν, ἀλλὰ τοὐναντίον συνέκρυψε καὶ συνέπραξε καὶ τοὺς βουλομένους εἰπεῖν διεκώλυσεν,

οὐκ ἀναμνησθεὶς ὅτι ἥδʼ ἐστὶν ἡ σῴζουσα καὶ ταύτης ἔπι τελοῦσα μὲν ἡ μήτηρ αὐτοῦ καὶ καθαίρουσα καὶ καρπουμένη τὰς τῶν χρωμένων οὐσίας ἐξέθρεψε τοσούτους τουτουσί, διδάσκων δʼ ὁ πατὴρ γράμματα, ὡς ἐγὼ τῶν πρεσβυτέρων ἀκούω, πρὸς τῷ τοῦ ἥρω τοῦ ἰατροῦ, ὅπως ἠδύνατο, ἀλλʼ οὖν ἐν ταύτῃ γʼ ἔζη, ὑπογραμματεύοντες δʼ αὐτοὶ καὶ ὑπηρετοῦντες ἁπάσαις ταῖς ἀρχαῖς ἀργύριον εἰλήφεσαν, καὶ τὸ τελευταῖον ὑφʼ ὑμῶν γραμματεῖς χειροτονηθέντες δύʼ ἔτη διετράφησαν ἐν τῇ θόλῳ, πρεσβεύων δʼ ἀπέσταλτο νῦν οὗτος ἐκ ταύτης.

τούτων οὐδὲν ἐσκέψατο, οὐδʼ ὅπως ὀρθὴ πλεύσεται προείδετο, ἀλλʼ ἀνέτρεψε καὶ κατέδυσε καὶ τὸ καθʼ αὑτὸν ὅπως ἐπὶ τοῖς ἐχθροῖς ἔσται παρεσκεύασεν. εἶτʼ οὐ σὺ σοφιστής; καὶ πονηρός γε. οὐ σὺ λογογράφος; καὶ θεοῖς ἐχθρός γε· ὃς ἃ μὲν πολλάκις ἠγωνίσω καὶ ἀκριβῶς ἐξηπίστασο, ὑπερέβης, ἃ δʼ οὐδεπώποτʼ ἐν τῷ βίῳ ὑπεκρίνω, ταῦτα ζητήσας ἐπὶ τῷ τῶν πολιτῶν βλάψαι τινʼ εἰς μέσον ἤνεγκας.

φέρε δὴ καὶ περὶ τοῦ Σόλωνος ὃν εἶπε λόγον σκέψασθε. ἔφη τὸν Σόλωνʼ ἀνακεῖσθαι τῆς τῶν τότε δημηγορούντων σωφροσύνης παράδειγμα, εἴσω τὴν χεῖρʼ ἔχοντʼ ἀναβεβλημένον, ἐπιπλήττων τι καὶ λοιδορούμενος τῇ τοῦ Τιμάρχου προπετείᾳ. καίτοι τὸν μὲν ἀνδριάντα τοῦτον οὔπω πεντήκοντʼ ἔτη φάσʼ ἀνακεῖσθαι Σαλαμίνιοι, ἀπὸ Σόλωνος δʼ ὁμοῦ διακόσιʼ ἐστὶν ἔτη καὶ τετταράκοντʼ εἰς τὸν νυνὶ παρόντα χρόνον, ὥσθʼ ὁ δημιουργὸς ὁ τοῦτο πλάσας τὸ σχῆμα οὐ μόνον οὐκ αὐτὸς ἦν κατʼ ἐκεῖνον, ἀλλʼ οὐδʼ ὁ πάππος αὐτοῦ.

τοῦτο μὲν τοίνυν εἶπε τοῖς δικασταῖς καὶ ἐμιμήσατο· ὃ δὲ τοῦ σχήματος ἦν τούτου πολλῷ τῇ πόλει λυσιτελέστερον, τὸ τὴν ψυχὴν τὴν Σόλωνος ἰδεῖν καὶ τὴν διάνοιαν, ταύτην οὐκ ἐμιμήσατο, ἀλλὰ πᾶν τοὐναντίον. ἐκεῖνος μέν γʼ ἀφεστηκυίας Σαλαμῖνος Ἀθηναίων καὶ θάνατον ζημίαν ψηφισαμένων, ἄν τις εἴπῃ κομίζεσθαι, τὸν ἴδιον κίνδυνον ὑποθεὶς ἐλεγεῖα ποιήσας ᾖδε, καὶ τὴν μὲν χώραν ἀνέσωσε τῇ πόλει, τὴν δʼ ὑπάρχουσαν αἰσχύνην ἀπήλλαξεν·

οὗτος δʼ, ἣν βασιλεὺς καὶ πάντες οἱ Ἕλληνες ὑμετέραν ἔγνωσαν, Ἀμφίπολιν, ταύτην ἐξέδωκε καὶ ἀπέδοτο καὶ τῷ ταῦτα γράφοντι συνεῖπε Φιλοκράτει. ἄξιόν γʼ, οὐ γάρ; ἦν Σόλωνος αὐτῷ μεμνῆσθαι. καὶ οὐ μόνον ἐνταῦθα ταῦτʼ ἐποίησεν, ἀλλʼ ἐκεῖσʼ ἐλθὼν οὐδὲ τοὔνομʼ ἐφθέγξατο τῆς χώρας ὑπὲρ ἧς ἐπρέσβευεν. καὶ ταῦτʼ αὐτὸς ἀπήγγειλε πρὸς ὑμᾶς· μέμνησθε γὰρ δήπου λέγοντʼ αὐτὸν ὅτι περὶ δʼ Ἀμφιπόλεως εἶχον μὲν κἀγὼ λέγειν· ἵνα δʼ ἐγγένηται Δημοσθένει περὶ αὐτῆς εἰπεῖν, παρέλιπον.

ἐγὼ δὲ παρελθὼν οὐδὲν ἔφην τοῦτον ὧν ἐβούλετʼ εἰπεῖν πρὸς Φίλιππον ἐμοὶ παραλιπεῖν· θᾶττον γὰρ ἂν τοῦ αἵματος ἢ λόγου μεταδοῦναί τινι. ἀλλʼ, οἶμαι, χρήματʼ εἰληφότʼ οὐκ ἦν ἀντιλέγειν πρὸς Φίλιππον τὸν ὑπὲρ τούτου δεδωκότα, ὅπως ἐκείνην μὴ ἀποδῷ. λέγε δή μοι λαβὼν καὶ τὰ τοῦ Σόλωνος ἐλεγεῖα ταυτί, ἵνʼ ἴδηθʼ ὅτι καὶ Σόλων ἐμίσει τοὺς οἵους οὗτος ἀνθρώπους.

οὐ λέγειν εἴσω τὴν χεῖρʼ ἔχοντʼ, Αἰσχίνη, δεῖ, οὔ, ἀλλὰ πρεσβεύειν εἴσω τὴν χεῖρʼ ἔχοντα. σὺ δʼ ἐκεῖ προτείνας καὶ ὑποσχὼν καὶ καταισχύνας τούτους ἐνθάδε σεμνολογεῖ, καὶ λογάρια δύστηνα μελετήσας καὶ φωνασκήσας οὐκ οἴει δίκην δώσειν τηλικούτων καὶ τοσούτων ἀδικημάτων, κἂν πιλίδιον λαβὼν περὶ τὴν κεφαλὴν περινοστῇς καὶ ἐμοὶ λοιδορῇ; λέγε σύ.

ΕΛΕΓΕΙ͂Α.

  1. ἡμετέρη δὲ πόλις κατὰ μὲν Διὸς οὔποτʼ ὀλεῖται
  2. αἶσαν καὶ μακάρων θεῶν φρένας ἀθανάτων·
  3. τοίη γὰρ μεγάθυμος ἐπίσκοπος ὀβριμοπάτρη
  4. Παλλὰς Ἀθηναίη χεῖρας ὕπερθεν ἔχει.
  5. αὐτοὶ δὲ φθείρειν μεγάλην πόλιν ἀφραδίῃσιν
  6. ἀστοὶ βούλονται, χρήμασι πειθόμενοι,
  7. δήμου θʼ ἡγεμόνων ἄδικος νόος, οἷσιν ἑτοῖμον
  8. ὕβριος ἐκ μεγάλης ἄλγεα πολλὰ παθεῖν.
  9. οὐ γὰρ ἐπίστανται κατέχειν κόρον, οὐδὲ παρούσας
  10. εὐφροσύνας κοσμεῖν δαιτὸς ἐν ἡσυχίῃ.
  11. ---
  12. πλουτοῦσιν δʼ ἀδίκοις ἔργμασι πειθόμενοι.
  13. ---
  14. οὔθʼ ἱερῶν κτεάνων οὔτε τι δημοσίων
  15. φειδόμενοι κλέπτουσιν ἐφʼ ἁρπαγῇ ἄλλοθεν ἄλλος,
  16. οὐδὲ φυλάσσονται σεμνὰ θέμεθλα Δίκης,
  17. ἣ σιγῶσα σύνοιδε τὰ γιγνόμενα πρό τʼ ἐόντα,
  18. τῷ δὲ χρόνῳ πάντως ἦλθʼ ἀποτεισομένη.
  19. τοῦτʼ ἤδη πάσῃ πόλει ἔρχεται ἕλκος ἄφυκτον,
  20. εἰς δὲ κακὴν ταχέως ἤλυθε δουλοσύνην,
  21. ἢ στάσιν ἔμφυλον πόλεμόν θʼ εὕδοντʼ ἐπεγείρει,
  22. ὃς πολλῶν ἐρατὴν ὤλεσεν ἡλικίην.
  23. ἐκ γὰρ δυσμενέων ταχέως πολυήρατον ἄστυ
  24. τρύχεται ἐν συνόδοις τοῖς ἀδικοῦσι φίλαις.
  25. ταῦτα μὲν ἐν δήμῳ στρέφεται κακά· τῶν δὲ πενιχρῶν
  26. ἱκνοῦνται πολλοὶ γαῖαν ἐς ἀλλοδαπήν,
  27. πραθέντες δεσμοῖσί τʼ ἀεικελίοισι δεθέντες.
  28. ---
  29. οὕτω δημόσιον κακὸν ἔρχεται οἴκαδʼ ἑκάστῳ,
  30. αὔλειοι δʼ ἔτʼ ἔχειν οὐκ ἐθέλουσι θύραι,
  31. ὑψηλὸν δʼ ὑπὲρ ἕρκος ὑπέρθορεν, εὗρε δὲ πάντως,
  32. εἰ καί τις φεύγων ἐν μυχῷ ᾖ θαλάμου.
  33. ταῦτα διδάξαι θυμὸς Ἀθηναίους με κελεύει,
  34. ὡς κακὰ πλεῖστα πόλει δυσνομίη παρέχει,
  35. εὐνομίη δʼ εὔκοσμα καὶ ἄρτια πάντʼ ἀποφαίνει,
  36. καὶ θαμὰ τοῖς ἀδίκοις ἀμφιτίθησι πέδας,
  37. τραχέα λειαίνει, παύει κόρον, ὕβριν ἀμαυροῖ,
  38. αὐαίνει δʼ ἄτης ἄνθεα φυόμενα,
  39. εὐθύνει δὲ δίκας σκολιάς, ὑπερήφανά τʼ ἔργα
  40. πραΰνει, παύει δʼ ἔργα διχοστασίης,
  41. παύει δʼ ἀργαλέης ἔριδος χόλον· ἔστι δʼ ὑπʼ αὐτῆς
  42. πάντα κατʼ ἀνθρώπους ἄρτια καὶ πινυτά.
Solon

ἀκούετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ τῶν τοιούτων ἀνθρώπων οἷα Σόλων λέγει, καὶ περὶ τῶν θεῶν, οὕς φησι τὴν πόλιν σῴζειν. ἐγὼ δʼ ἀεὶ μὲν ἀληθῆ τὸν λόγον τοῦτον ἡγοῦμαι καὶ βούλομαι, ὡς ἄρʼ οἱ θεοὶ σῴζουσιν ἡμῶν τὴν πόλιν· τρόπον δέ τινʼ ἡγοῦμαι καὶ τὰ νῦν συμβεβηκότα πάντʼ ἐπὶ ταῖς εὐθύναις ταυταισὶ δαιμονίας τινὸς εὐνοίας ἔνδειγμα τῇ πόλει γεγενῆσθαι.

σκοπεῖτε γάρ. ἄνθρωπος πολλὰ καὶ δεινὰ πρεσβεύσας, καὶ χώρας ἐκδεδωκὼς ἐν αἷς τοὺς θεοὺς ὑφʼ ὑμῶν καὶ τῶν συμμάχων τιμᾶσθαι προσῆκεν, ἠτίμωσʼ ὑπακούσαντά τινʼ αὐτοῦ κατήγορον. ἵνα τί; ἵνα μήτʼ ἐλέου μήτε συγγνώμης ἐφʼ οἷς αὐτὸς ἠδίκηκεν τύχῃ. ἀλλὰ καὶ κατηγορῶν ἐκείνου κακῶς λέγειν προείλετʼ ἐμέ, καὶ πάλιν ἐν τῷ δήμῳ γραφὰς ἀποίσειν καὶ τοιαῦτʼ ἠπείλει. ἵνα τί; ἵνʼ ὡς μετὰ πλείστης συγγνώμης παρʼ ὑμῶν ὁ τὰ τούτου πονηρεύματʼ ἀκριβέστατʼ εἰδὼς ἐγὼ καὶ παρηκολουθηκὼς ἅπασι κατηγορῶ.