On the False Embassy
Demosthenes
Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
ὧν οὐδενὶ δεῖ παρακρουσθῆναι τήμερον ὑμᾶς, ἀλλʼ ἀφʼ ὧν ἴστʼ αὐτοὶ τὰ πράγματα κρῖναι, μὴ τοῖς ἐμοῖς λόγοις μηδὲ τοῖς τούτου προσέχειν, μηδέ γε τοῖς μάρτυσιν, οὓς οὗτος ἑτοίμους ἕξει μαρτυρεῖν ὁτιοῦν, Φιλίππῳ χορηγῷ χρώμενος· ὄψεσθε δʼ ὡς ἑτοίμως αὐτῷ μαρτυρήσουσιν· μηδέ γʼ εἰ καλὸν καὶ μέγʼ οὗτος φθέγξεται, μηδʼ εἰ φαῦλον ἐγώ.
οὐδὲ γὰρ ῥητόρων οὐδὲ λόγων κρίσιν ὑμᾶς τήμερον, εἴπερ εὖ φρονεῖτε, προσήκει ποιεῖν, ἀλλʼ ὑπὲρ πραγμάτων αἰσχρῶς καὶ δεινῶς ἀπολωλότων τὴν ὑπάρχουσαν αἰσχύνην εἰς τοὺς αἰτίους ἀπώσασθε, τὰ πεπραγμένα, ἃ πάντες ἐπίστασθε, ἐξετάσαντες. τί οὖν ἐστι ταῦθʼ ἃ ὑμεῖς ἴστε καὶ οὐ παρʼ ἡμῶν ὑμᾶς ἀκοῦσαι δεῖ;