On the False Embassy
Demosthenes
Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
οὕτω τοίνυν αἰσχρὰ καὶ πολλὰ καὶ πάντα καθʼ ὑμῶν πεπρεσβευκὼς περιιὼν λέγει, τί δʼ ἂν εἴποις περὶ Δημοσθένους, ὃς τῶν συμπρέσβεων κατηγορεῖ; νὴ Δίʼ, εἴτε βούλομαί γʼ εἴτε μή, παρʼ ὅλην μὲν τὴν ἀποδημίαν ὑπὸ σοῦ τοιαῦτʼ ἐπιβεβουλευμένος, δυοῖν δʼ αἱρέσεως οὔσης μοι νυνί, ἢ τοιούτων ὄντων τῶν πεπραγμένων δοκεῖν κοινωνεῖν ὑμῖν, ἢ κατηγορεῖν.
ἐγὼ δʼ οὐδὲ συμπεπρεσβευκέναι φημί σοι, πρεσβεύειν μέντοι σὲ μὲν πολλὰ καὶ δεινά, ἐμαυτὸν δʼ ὑπὲρ τουτωνὶ τὰ βέλτιστα. ἀλλὰ Φιλοκράτης σοι συμπεπρέσβευκε, κἀκείνῳ σύ, καὶ Φρύνων· ὑμεῖς γὰρ ταὔτʼ ἐπράττετε, καὶ ταὐτὰ πᾶσιν ὑμῖν ἤρεσκεν. ποῦ δʼ ἅλες; ποῦ τράπεζα; ποῦ σπονδαί; ταῦτα γὰρ τραγῳδεῖ περιιών, ὥσπερ οὐχὶ τοὺς ἀδικοῦντας τούτων ὄντας προδότας, ἀλλὰ τοὺς τὰ δίκαια ποιοῦντας.