On the False Embassy

Demosthenes

Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.

φέρε δή, τί τούτῳ πέπρακται παρὰ ταῦτα καὶ τί τῷ Φιλοκράτει θεάσασθε· παρʼ ἄλληλα γὰρ ἔσται φανερώτερα. πρῶτον μὲν τοίνυν Φωκέας ἐκσπόνδους καὶ Ἁλέας ἀπέφηναν καὶ Κερσοβλέπτην παρὰ τὸ ψήφισμα καὶ τὰ πρὸς ὑμᾶς εἰρημένα· εἶτα τὸ ψήφισμʼ ἐπεχείρησαν κινεῖν καὶ μεταίρειν, ἐφʼ ᾧ πρεσβεύοντες ἥκομεν· εἶτα Καρδιανοὺς Φιλίππῳ συμμάχους ἐνέγραψαν καὶ τὴν μὲν γραφεῖσαν ἐπιστολὴν ὑπʼ ἐμοῦ πρὸς ὑμᾶς ἀπεψηφίσαντο μὴ πέμπειν, αὐτοὶ δʼ οὐδʼ ὁτιοῦν ὑγιὲς γράψαντες ἔπεμψαν.

εἶθʼ ὁ γενναῖος οὑτοσὶ ἐμὲ μὲν τὸν δῆμον ἔφη τὸν ὑμέτερον καταλύσειν ἐπηγγέλθαι Φιλίππῳ, ὅτι ταῦτʼ ἐπέπληττον, οὐ μόνον αἰσχρὰ νομίζων ἀλλὰ καὶ δεδιὼς μὴ συμπαραπόλωμαι διὰ τούτους, αὐτὸς δʼ ἰδίᾳ πάντα τὸν χρόνον ἐντυγχάνων οὐδʼ ὁτιοῦν ἐπαύσατο Φιλίππῳ. καὶ τὰ μὲν ἄλλα σιωπῶ, Δερκύλος δʼ αὐτὸν ἐν Φεραῖς τὴν νύκτʼ ἐφύλαττεν, οὐκ ἐγώ, τὸν παῖδʼ ἔχων τὸν ἐμὸν τουτονί, καὶ λαβὼν ἐξιόντʼ ἐκ τῆς Φιλίππου σκηνῆς ἐμοὶ τὸν παῖδʼ ἐκέλευσεν ἀπαγγέλλειν καὶ αὐτὸν μεμνῆσθαι, καὶ τὸ τελευταῖον ὁ βδελυρὸς καὶ ἀναιδὴς οὑτοσὶ νύκτα καὶ ἡμέραν ἀπιόντων ἡμῶν ἀπελείφθη παρὰ Φιλίππῳ.

καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω, πρῶτον μὲν αὐτὸς ἐγὼ συγγραψάμενος καὶ καταστήσας ἐμαυτὸν ὑπεύθυνον μαρτυρήσω, εἶτα τῶν ἄλλων πρέσβεων ἕκαστον καλῶ, καὶ δυοῖν θάτερον, ἢ μαρτυρεῖν ἢ ἐξόμνυσθαι ἀναγκάσω. ἂν δʼ ἐξομνύωσιν, ἐπιορκοῦντας ἐξελέγξω παρʼ ὑμῖν φανερῶς.

ΜΑΡΤΥΡΙΑ.

οἵοις μὲν τοίνυν κακοῖς καὶ πράγμασι τὴν ἀποδημίαν πᾶσαν συνειχόμην ἑοράκατε. τί γὰρ αὐτοὺς οἴεσθʼ ἐκεῖ ποιεῖν ἐγγὺς ὄντας τοῦ διδόντος, ὅθʼ ὑμῶν ὁρώντων, τῶν καὶ τιμῆσαι κυρίων ὄντων καὶ τοὐναντίον κολάσαι, τοιαῦτα ποιοῦσιν;

συλλογίσασθαι δὴ βούλομαι τὰ κατηγορημένʼ ἀπʼ ἀρχῆς, ἵνʼ ὅσʼ ὑμῖν ὑπεσχόμην ἀρχόμενος τοῦ λόγου δείξω πεποιηκώς. ἐπέδειξʼ οὐδὲν ἀληθὲς ἀπηγγελκότα, ἀλλὰ φενακίσανθʼ ὑμᾶς, μάρτυσι τοῖς γεγενημένοις αὐτοῖς, οὐ λόγοις χρώμενος.

ἐπέδειξʼ αἴτιον γεγενημένον τοῦ μὴ ʼθέλειν ὑμᾶς ἀκούειν ἐμοῦ τἀληθῆ ταῖς ὑποσχέσεσιν καὶ τοῖς ἐπαγγέλμασι τοῖς τούτου καταληφθέντας τότε, πάντα τἀναντία συμβουλεύσαντʼ ἢ ἔδει, καὶ τῇ μὲν τῶν συμμάχων ἀντειπόντʼ εἰρήνῃ, τῇ δὲ Φιλοκράτους συνηγορήσαντα, τοὺς χρόνους κατατρίψαντα, ἵνα μηδʼ εἰ βούλοισθε δύναισθʼ ἐξελθεῖν εἰς Φωκέας, καὶ ἄλλʼ ἐπὶ τῆς ἀποδημίας πολλὰ καὶ δείνʼ εἰργασμένον, προδεδωκότα πάντα, πεπρακότα, δῶρʼ ἔχοντα, οὐδὲν ἐλλελοιπότα μοχθηρίας. οὐκοῦν ταῦθʼ ὑπεσχόμην ἐν ἀρχῇ, ταῦτʼ ἐπέδειξα.

ὁρᾶτε τοίνυν τὰ μετὰ ταῦτα· ἁπλοῦς γάρ ἐσθʼ ὁ μέλλων λόγος οὑτοσὶ πρὸς ὑμᾶς ἤδη. ὀμωμόκατε ψηφιεῖσθαι κατὰ τοὺς νόμους καὶ τὰ ψηφίσματα τὰ τοῦ δήμου καὶ τῆς βουλῆς τῶν πεντακοσίων· φαίνεται δʼ οὗτος πάντα τἀναντία τοῖς νόμοις, τοῖς ψηφίσμασι, τοῖς δικαίοις πεπρεσβευκώς· οὐκοῦν ἑαλωκέναι προσήκει παρά γε νοῦν ἔχουσι δικασταῖς. εἰ γὰρ ἄλλο μηδὲν ἠδίκει, δύο τῶν πεπραγμένων ἔσθʼ ἱκάνʼ αὐτὸν ἀποκτεῖναι· οὐ γὰρ μόνον Φωκέας, ἀλλὰ καὶ Θρᾴκην προδέδωκε Φιλίππῳ.

καίτοι δύο χρησιμωτέρους τόπους τῆς οἰκουμένης οὐδʼ ἂν εἷς ἐπιδείξαι τῇ πόλει, κατὰ μὲν γῆν Πυλῶν, ἐκ θαλάττης δὲ τοῦ Ἑλλησπόντου· ἃ συναμφότερʼ οὗτοι πεπράκασιν αἰσχρῶς καὶ καθʼ ὑμῶν ἐγκεχειρίκασι Φιλίππῳ. τοῦτο τοίνυν αὐτὸ ἄνευ τῶν ἄλλων ἡλίκον ἔστʼ ἀδίκημα, τὸ Θρᾴκην καὶ τὰ τείχη προέσθαι, μυρίʼ ἂν εἴη λέγειν, καὶ ὅσοι διὰ ταῦτʼ ἀπολώλασι παρʼ ὑμῖν, οἱ δὲ χρήματα πάμπολλʼ ὠφλήκασιν, οὐ χαλεπὸν δεῖξαι, Ἐργόφιλος, Κηφισόδοτος, Τιμόμαχος, τὸ παλαιόν ποτʼ Ἐργοκλῆς, Διονύσιος, ἄλλοι, οὓς ὀλίγου δέω σύμπαντας εἰπεῖν ἐλάττω τὴν πόλιν βεβλαφέναι τούτου.

ἀλλʼ ἔτι γὰρ τότʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ἐκ λογισμοῦ τὰ δείνʼ ἐφυλάττεσθʼ ὑμεῖς καὶ προεωρᾶσθε· νῦν δʼ ὅ τι ἂν μὴ καθʼ ἡμέραν ὑμᾶς ἐνοχλῇ καὶ παρὸν λυπῇ, παρορᾶτε, εἶτα τὴν ἄλλως ἐνταῦθα ψηφίζεσθε, ἀποδοῦναι δὲ καὶ Κερσοβλέπτῃ Φίλιππον τοὺς ὅρκους, μὴ μετέχειν δὲ τῶν ἐν Ἀμφικτύοσιν, ἐπανορθώσασθαι δὲ τὴν εἰρήνην. καίτοι τούτων οὐδενὸς ἂν τῶν ψηφισμάτων ἔδει, εἰ πλεῖν οὗτος ἤθελεν καὶ τὰ προσήκοντα ποιεῖν· νῦν δʼ ἃ μὲν ἦν πλεύσασι σῶσαι, βαδίζειν κελεύων ἀπολώλεκεν, ἃ δʼ εἰποῦσι τἀληθῆ, ψευδόμενος.

ἀγανακτήσει τοίνυν αὐτίκα δὴ μάλα, ὡς ἐγὼ πυνθάνομαι, εἰ μόνος τῶν ἐν τῷ δήμῳ λεγόντων λόγων εὐθύνας ὑφέξει. ἐγὼ δʼ ὅτι μὲν πάντες ἂν εἰκότως ὧν λέγουσι δίκην ὑπέχοιεν, εἴπερ ἐπʼ ἀργυρίῳ τι λέγοιεν, παραλείψω, ἀλλʼ ἐκεῖνο λέγω· εἰ μὲν Αἰσχίνης ἰδιώτης ὢν ἀπελήρησέ τι καὶ διήμαρτε, μὴ σφόδρʼ ἀκριβολογήσησθε, ἐάσατε, συγγνώμην ἔχετε· εἰ δὲ πρεσβευτὴς ὢν ἐπὶ χρήμασιν ἐπίτηδες ἐξηπάτηκεν ὑμᾶς, μὴ ἀφῆτε, μηδʼ ἀνάσχησθʼ ὡς οὐ δεῖ δίκην ὧν εἶπεν ὑποσχεῖν.

τίνος γὰρ ἄλλου δεῖ δίκην παρὰ πρέσβεων ἢ λόγων λαμβάνειν; εἰσὶ γὰρ οἱ πρέσβεις οὐ τριήρων οὐδὲ τόπων οὐδʼ ὁπλιτῶν οὐδʼ ἀκροπόλεων κύριοι (οὐδεὶς γὰρ πρέσβεσι ταῦτʼ ἐγχειρίζει), ἀλλὰ λόγων καὶ χρόνων. τοὺς μὲν τοίνυν χρόνους εἰ μὲν μὴ προανεῖλε τῆς πόλεως, οὐκ ἀδικεῖ, εἰ δʼ ἀνεῖλεν, ἠδίκηκε· τοὺς δὲ λόγους εἰ μὲν ἀληθεῖς ἀπήγγελκεν ἢ συμφέροντας, ἀποφευγέτω, εἰ δὲ καὶ ψευδεῖς καὶ μισθοῦ καὶ ἀσυμφόρους, ἁλισκέσθω.

οὐδὲν γὰρ ἔσθʼ ὅ τι μεῖζον ἂν ὑμᾶς ἀδικήσειέ τις ἢ ψευδῆ λέγων. οἷς γάρ ἐστʼ ἐν λόγοις ἡ πολιτεία, πῶς, ἂν οὗτοι μὴ ἀληθεῖς ὦσιν, ἀσφαλῶς ἔστι πολιτεύεσθαι; ἂν δὲ δὴ καὶ πρὸς ἃ τοῖς ἐχθροῖς συμφέρει δῶρά τις λαμβάνων λέγῃ, πῶς οὐχὶ καὶ κινδυνεύσετε; οὐδέ γε τοὺς χρόνους ἴσον ἔστʼ ἀδίκημʼ ὀλιγαρχίας ἢ τυράννου παρελέσθαι καὶ ὑμῶν· οὐδʼ ὀλίγου δεῖ.

ἐν ἐκείναις μὲν γάρ, οἶμαι, ταῖς πολιτείαις πάντʼ ἐξ ἐπιτάγματος ὀξέως γίγνεται· ὑμῖν δὲ πρῶτον μὲν τὴν βουλὴν ἀκοῦσαι περὶ πάντων καὶ προβουλεῦσαι δεῖ, καὶ τοῦθʼ ὅταν ᾖ κήρυξι καὶ πρεσβείαις προγεγραμμένον, οὐκ ἀεί· εἶτʼ ἐκκλησίαν ποιῆσαι, καὶ ταύτην ὅταν ἐκ τῶν νόμων καθήκῃ. εἶτα κρατῆσαι καὶ περιγενέσθαι δεῖ τοὺς τὰ βέλτιστα λέγοντας τῶν ἢ διʼ ἄγνοιαν ἢ διὰ μοχθηρίαν ἀντιλεγόντων.

ἐφʼ ἅπασι δὲ τούτοις, ἐπειδὰν καὶ δεδογμένον ᾖ καὶ συμφέρον ἤδη φαίνηται, χρόνον δεῖ δοθῆναι τῇ τῶν πολλῶν ἀδυναμίᾳ, ἐν ᾧ καὶ ποριοῦνται ταῦθʼ ὧν ἂν δέωνται, ὅπως τὰ δόξαντα καὶ δυνηθῶσι ποιῆσαι. ὁ δὴ τοὺς χρόνους τούτους ἀναιρῶν τῆς οἵα παρʼ ἡμῖν ἐστι πολιτείας, οὐ χρόνους ἀνῄρηκεν οὗτος, οὔ, ἀλλὰ τὰ πράγμαθʼ ἁπλῶς ἀφῄρηται.

ἔστι τοίνυν τις πρόχειρος λόγος πᾶσι τοῖς ἐξαπατᾶν ὑμᾶς βουλομένοις, οἱ ταράττοντες τὴν πόλιν, οἱ διακωλύοντες Φίλιππον εὖ ποιῆσαι τὴν πόλιν. πρὸς οὓς ἐγὼ λόγον μὲν οὐδένʼ ἐρῶ, τὰς δʼ ἐπιστολὰς ὑμῖν ἀναγνώσομαι τὰς τοῦ Φιλίππου, καὶ τοὺς καιροὺς ἐφʼ ὧν ἕκαστʼ ἐξηπάτησθʼ ὑπομνήσω, ἵνʼ εἰδῆθʼ ὅτι τὸ ψυχρὸν τοῦτʼ ὄνομα, τὸ ἄχρι κόρου, παρελήλυθʼ ἐκεῖνος φενακίζων ὑμᾶς.

ΕΠΙΣΤΟΛΑΙ ΦΙΛΙΠΠΟΥ.