On the False Embassy
Demosthenes
Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
ὃν τοίνυν χρόνον ἦμεν ἐκεῖ καὶ καθήμεθʼ ἐν Πέλλῃ, σκέψασθε τί πράττειν ἕκαστος ἡμῶν προείλετο. ἐγὼ μὲν τοίνυν τοὺς αἰχμαλώτους ἀνασῴζειν καὶ ζητεῖν, καὶ παρʼ ἐμαυτοῦ τε χρήματʼ ἀναλίσκειν καὶ Φίλιππον ἀξιοῦν, ὧν ἡμῖν ἐδίδου ξενίων, τούτους λύσασθαι· οὗτος δὲ αὐτίκʼ ἀκούσεσθε τί ποιῶν διετέλεσεν. τί οὖν ἦν τοῦτο τὸ κοινῇ χρήμαθʼ ἡμῖν τὸν Φίλιππον διδόναι;
ἵνα μηδὲ τοῦτʼ ἀγνοῆτε, ἐκεῖνος ἡμᾶς διεκωδώνιζεν ἅπαντας· τίνα τρόπον; ἑκάστῳ προσπέμπων ἰδίᾳ καὶ πολύ γʼ, ὦ ἄνδρες Ἀθηναῖοι, διδοὺς χρυσίον. ὡς δʼ ἀπετύγχανʼ ὁτουδήποτε (οὐ γὰρ ἐμέ γʼ εἰπεῖν ἐμαυτὸν δεῖ, ἀλλὰ τἄργα καὶ τὰ πεπραγμένʼ αὐτὰ δηλώσει), τὰ κοινῇ δοθέντα πάντας ἡγεῖτʼ εὐήθως λήψεσθαι· ἀσφάλειαν οὖν ἔσεσθαι τοῖς ἰδίᾳ πεπρακόσιν αὑτούς, εἰ καὶ κατὰ μικρὸν τοῦ λαβεῖν κοινῇ πάντες μετάσχοιμεν. διὰ ταῦτʼ ἐδίδοτο, ξένια δὴ πρόφασιν.