On the False Embassy

Demosthenes

Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.

ὃ τοίνυν ὕστατον μὲν γέγονεν, οὐδενὸς δʼ ἐστὶν ἔλαττον σημεῖον τοῦ πεπρακέναι τοῦτον ἑαυτὸν Φιλίππῳ, θεάσασθε. ἴστε δήπου πρώην, ὅτʼ εἰσήγγελλεν Ὑπερείδης Φιλοκράτην, ὅτι παρελθὼν ἐγὼ δυσχεραίνειν ἔφην ἕν τι τῆς εἰσαγγελίας, εἰ μόνος Φιλοκράτης τοσούτων καὶ τοιούτων ἀδικημάτων αἴτιος γέγονεν, οἱ δʼ ἐννέα τῶν πρέσβεων μηδενός. καὶ οὐκ ἔφην τοῦθʼ οὕτως ἔχειν· οὐδαμοῦ γὰρ ἂν φανῆναι καθʼ αὑτὸν ἐκεῖνον, εἰ μὴ τοὺς συναγωνιζομένους τούτων τινὰς εἶχεν.

ἵνʼ οὖν μήτʼ ἀφῶ μήτʼ αἰτιάσωμαι μηδένʼ, ἔφην, ἐγώ, ἀλλὰ τὸ πρᾶγμʼ αὐτὸ τοὺς μὲν αἰτίους εὕρῃ, τοὺς δὲ μὴ μετεσχηκότας ἀφῇ, ἀναστὰς ὁ βουλόμενος καὶ παρελθὼν εἰς ὑμᾶς ἀποφηνάσθω μὴ μετέχειν μηδʼ ἀρέσκειν αὐτῷ τὰ ὑπὸ Φιλοκράτους πεπραγμένα. καὶ τὸν τοῦτο ποιήσαντʼ ἀφίημʼ ἔγωγʼ, ἔφην. ταῦτα μνημονεύεθʼ, ὡς ἐγᾦμαι. οὐ τοίνυν παρῆλθεν οὐδεὶς οὐδʼ ἔδειξεν ἑαυτόν.