On the False Embassy

Demosthenes

Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.

ἀλλʼ ὅμως ὑμεῖς ἄφετʼ Αἰσχίνῃ τὰ δεινὰ ταῦτα καὶ ὑπερβάλλοντα, ἂν διʼ εὐήθειαν ἢ διʼ ἄλλην ἄγνοιαν ἡντινοῦν λελυμασμένος φανῇ. ἂν μέντοι διὰ πονηρίαν ἀργύριον λαβὼν καὶ δῶρα, καὶ τοῦτʼ ἐξελεγχθῇ σαφῶς ὑπʼ αὐτῶν τῶν πεπραγμένων, μάλιστα μέν, εἰ οἷόν τʼ, ἀποκτείνατε, εἰ δὲ μή, ζῶντα τοῖς λοιποῖς παράδειγμα ποιήσατε. σκοπεῖτε δὴ τὸν ὑπὲρ τούτων ἔλεγχον, ὡς δίκαιος ἔσται, μεθʼ ὑμῶν.

ἀνάγκη δή που τοὺς λόγους τούτους Αἰσχίνην πρὸς ὑμᾶς εἰπεῖν τουτονί, τοὺς περὶ τῶν Φωκέων καὶ τῶν Θεσπιῶν καὶ τῆς Εὐβοίας, εἴπερ μὴ πεπρακὼς αὑτὸν ἑκὼν ἐξηπάτα, δυοῖν θάτερον, ἢ διαρρήδην ἀκούσανθʼ ὑποσχομένου Φιλίππου ὅτι πράξει ταῦτα καὶ ποιήσει, ἢ εἰ μὴ τοῦτο, γοητευθέντα καὶ φενακισθέντα τῇ περὶ τἄλλα φιλανθρωπίᾳ καὶ ταῦτʼ ἐλπίσαντα παρʼ αὐτοῦ. οὐκ ἔνεστι τούτων οὐδὲ ἓν χωρίς.

ἐκ τοίνυν τούτων ἀμφοτέρων μάλιστα πάντων ἀνθρώπων μισεῖν αὐτῷ προσήκει Φίλιππον. διὰ τί; ὅτι τὸ μὲν ἐκείνου μέρος πάντʼ αὐτῷ γέγονεν τὰ δεινότατα καὶ τὰ αἴσχιστα. ὑμᾶς ἐξηπάτηκεν, ἀδοξεῖ, δικαίως ἀπόλωλε, κρίνεται· καὶ εἴ γέ τι τῶν προσηκόντων ἐγίγνετο, ἐν εἰσαγγελίᾳ πάλαι ἂν ἦν· νῦν δὲ διὰ τὴν ὑμετέραν εὐήθειαν καὶ πραότητʼ εὐθύνας δίδωσι, καὶ ταύτας ὁπηνίκα βούλεται. ἔστιν οὖν ὅστις ὑμῶν φωνὴν ἀκήκοεν Αἰσχίνου κατηγοροῦντος Φιλίππου; τί δʼ; ἐξελέγχοντʼ ἢ λέγοντά τι τοῦτον ἑόρακεν;[*](104 ad 109)

οὐδὲ εἷς· ἀλλὰ πάντες Ἀθηναῖοι πρότερον κατηγοροῦσι Φιλίππου, καὶ ὁ τυχὼν ἀεί, ὧν οὐδὲν οὐδεὶς ἠδίκηται, ἰδίᾳ δήπου. ἐγὼ δʼ ἐκείνους τοὺς λόγους ἐζήτουν παρὰ τούτου, εἴπερ μὴ πεπρακὼς αὑτὸν ἦν, ἄνδρες Ἀθηναῖοι, ἐμοὶ μὲν χρήσασθʼ ὅ τι βούλεσθε· ἐπίστευσʼ, ἐξηπατήθην, ἥμαρτον, ὁμολογῶ. τὸν δʼ ἄνθρωπον, ἄνδρες Ἀθηναῖοι, φυλάττεσθε· ἄπιστος, γόης, πονηρός. οὐχ ὁρᾶθʼ οἷα πεποίηκεν ἐμέ; οἷʼ ἐξηπάτηκεν; τούτων οὐδένʼ ἀκούω τῶν λόγων, οὐδʼ ὑμεῖς.

διὰ τί; ὅτι οὐ παρακρουσθεὶς οὐδʼ ἐξαπατηθείς, ἀλλὰ μισθώσας αὑτὸν καὶ λαβὼν ἀργύριον ταῦτʼ εἶπε καὶ προὔδωκεν ἐκείνῳ, καὶ γέγονεν καλὸς κἀγαθὸς καὶ δίκαιος μισθωτὸς ἐκείνῳ, πρεσβευτὴς μέντοι καὶ πολίτης ὑμῖν προδότης καὶ τρίς, οὐχ ἅπαξ, ἀπολωλέναι δίκαιος.

οὐ τοίνυν ἐκ τούτων μόνον δῆλός ἐσθʼ ὅτι χρημάτων ἅπαντʼ εἶπεν ἐκεῖνα· ἀλλʼ ἧκον ὡς ὑμᾶς ἔναγχος Θετταλοὶ καὶ Φιλίππου πρέσβεις μετʼ αὐτῶν, ἀξιοῦντες ὑμᾶς Φίλιππον Ἀμφικτύονʼ εἶναι ψηφίσασθαι. τῷ προσῆκεν οὖν ἀντειπεῖν τούτοις μάλιστα πάντων ἀνθρώπων; Αἰσχίνῃ τουτῳί. διὰ τί; ὅτι οἷς οὗτος ἀπήγγειλε πρὸς ὑμᾶς, τούτοις τἀναντίʼ ἐποίησεν ἐκεῖνος.

οὗτος μὲν γὰρ ἔφη Θεσπιὰς καὶ Πλαταιὰς αὐτὸν τειχιεῖν, καὶ τοὺς μὲν Φωκέας οὐκ ἀπολεῖν, τὴν δὲ Θηβαίων ὕβριν καταλύσειν· ὁ δὲ τοὺς μὲν Θηβαίους μείζους ἢ προσῆκε πεποίηκε, τοὺς δὲ Φωκέας ἄρδην ἀπολώλεκε, καὶ τὰς μὲν Θεσπιὰς καὶ Πλαταιὰς οὐ τετείχικε, τὸν δʼ Ὀρχομενὸν καὶ τὴν Κορώνειαν προσεξηνδραπόδισται. πῶς ἂν ἐναντιώτερα πράγμαθʼ ἑαυτοῖς τούτων γένοιτο; οὐ τοίνυν ἀντεῖπεν, οὐδὲ διῆρε τὸ στόμα, οὐδʼ ἐφθέγξατʼ ἐναντίον οὐδέν.

καὶ οὐχὶ τοῦτό πω δεινόν, τηλικοῦτον ὄν. ἀλλὰ καὶ συνεῖπε μόνος τῶν ἐν τῇ πόλει πάντων ἀνθρώπων. καίτοι τοῦτό γʼ οὐδὲ Φιλοκράτης ἐτόλμησε ποιῆσαι ὁ μιαρός, ἀλλʼ Αἰσχίνης οὑτοσί. καὶ θορυβούντων ὑμῶν καὶ οὐκ ἐθελόντων ἀκούειν αὐτοῦ, καταβαίνων ἀπὸ τοῦ βήματος, ἐνδεικνύμενος τοῖς πρέσβεσι τοῖς παρὰ τοῦ Φιλίππου παροῦσι, πολλοὺς ἔφη τοὺς θορυβοῦντας εἶναι, ὀλίγους δὲ τοὺς στρατευομένους ὅταν δέῃ, (μέμνησθε γὰρ δήπου,) αὐτὸς ὤν, οἶμαι, θαυμάσιος στρατιώτης, ὦ Ζεῦ.

ἔτι τοίνυν, εἰ μὲν μηδένα μηδὲν ἔχοντʼ εἴχομεν δεῖξαι τῶν πρέσβεων, μηδʼ ἦν ὥστʼ ἰδεῖν ἅπαντας, βασάνους καὶ τὰ τοιαῦθʼ ὑπόλοιπον ἂν ἦν σκοπεῖν. εἰ δὲ Φιλοκράτης μὴ μόνον ὡμολόγει παρʼ ὑμῖν ἐν τῷ δήμῳ πολλάκις, ἀλλὰ καὶ ἐδείκνυεν ὑμῖν, πυροπωλῶν, οἰκοδομῶν, βαδιεῖσθαι φάσκων κἂν μὴ χειροτονῆθʼ ὑμεῖς, ξυληγῶν, τὸ χρυσίον καταλλαττόμενος φανερῶς ἐπὶ ταῖς τραπέζαις, οὐκ ἔνι δήπου τοῦτον εἰπεῖν ὡς οὐκ εἴληφε, τὸν αὐτὸν ὁμολογοῦντα καὶ δεικνύντα.

ἔστιν οὖν οὕτω τις ἀνθρώπων ἀνόητος ἢ κακοδαίμων, ὥσθʼ ἵνα λαμβάνῃ μὲν Φιλοκράτης, ἀδοξῇ δʼ αὐτὸς καὶ κινδυνεύῃ, ἐξὸν αὐτῷ μετὰ τῶν μηδὲν ἠδικηκότων ἐξετάζεσθαι, τούτοις μὲν πολεμεῖν, πρὸς δʼ ἐκεῖνον ἐλθὼν κρίνεσθαι βούλεται; ἐγὼ μὲν οὐδένʼ οἶμαι. ἀλλὰ πάντα ταῦτʼ, ἐὰν ὀρθῶς σκοπῆτε, εὑρήσετε μεγάλʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐναργῆ σημεῖα τοῦ χρήματα τοῦτον ἔχειν.

ὃ τοίνυν ὕστατον μὲν γέγονεν, οὐδενὸς δʼ ἐστὶν ἔλαττον σημεῖον τοῦ πεπρακέναι τοῦτον ἑαυτὸν Φιλίππῳ, θεάσασθε. ἴστε δήπου πρώην, ὅτʼ εἰσήγγελλεν Ὑπερείδης Φιλοκράτην, ὅτι παρελθὼν ἐγὼ δυσχεραίνειν ἔφην ἕν τι τῆς εἰσαγγελίας, εἰ μόνος Φιλοκράτης τοσούτων καὶ τοιούτων ἀδικημάτων αἴτιος γέγονεν, οἱ δʼ ἐννέα τῶν πρέσβεων μηδενός. καὶ οὐκ ἔφην τοῦθʼ οὕτως ἔχειν· οὐδαμοῦ γὰρ ἂν φανῆναι καθʼ αὑτὸν ἐκεῖνον, εἰ μὴ τοὺς συναγωνιζομένους τούτων τινὰς εἶχεν.

ἵνʼ οὖν μήτʼ ἀφῶ μήτʼ αἰτιάσωμαι μηδένʼ, ἔφην, ἐγώ, ἀλλὰ τὸ πρᾶγμʼ αὐτὸ τοὺς μὲν αἰτίους εὕρῃ, τοὺς δὲ μὴ μετεσχηκότας ἀφῇ, ἀναστὰς ὁ βουλόμενος καὶ παρελθὼν εἰς ὑμᾶς ἀποφηνάσθω μὴ μετέχειν μηδʼ ἀρέσκειν αὐτῷ τὰ ὑπὸ Φιλοκράτους πεπραγμένα. καὶ τὸν τοῦτο ποιήσαντʼ ἀφίημʼ ἔγωγʼ, ἔφην. ταῦτα μνημονεύεθʼ, ὡς ἐγᾦμαι. οὐ τοίνυν παρῆλθεν οὐδεὶς οὐδʼ ἔδειξεν ἑαυτόν.

καὶ τῶν μὲν ἄλλων ἔσθʼ ἑκάστῳ τις πρόφασις· ὁ μὲν οὐχ ὑπεύθυνος ἦν, ὁ δʼ οὐχὶ παρῆν ἴσως, τῷ δὲ κηδεστής ἐστιν ἐκεῖνος· τούτῳ δʼ οὐδὲν τούτων. ἀλλʼ οὕτω καθάπαξ πέπρακεν ἑαυτὸν καὶ οὐκ ἐπὶ τοῖς παρεληλυθόσιν μεμισθάρνηκεν μόνον, ἀλλὰ καὶ μετὰ ταῦτα δῆλός ἐστιν, ἄν περ ἐκφύγῃ νῦν, καθʼ ὑμῶν ὑπάρξων ἐκείνῳ, ὥσθʼ ἵνα μηδὲν ἐναντίον μηδὲ ῥῆμα πρόηται Φιλίππῳ οὐδʼ ἀφιέντων ἀφίεται, ἀλλʼ ἀδοξεῖν, κρίνεσθαι, πάσχειν ὁτιοῦν αἱρεῖται παρʼ ὑμῖν μᾶλλον ἢ Φιλίππῳ τι ποιῆσαι μὴ πρὸς ἡδονήν.

καίτοι τίς ἡ κοινωνία, τίς ἡ πολλὴ πρόνοιʼ ὑπὲρ Φιλοκράτους αὕτη; ὃς εἰ τὰ κάλλιστα καὶ πάντα τὰ συμφέροντʼ ἐπεπρεσβεύκει, χρήματα δʼ ὡμολόγει λαβεῖν ἐκ τῆς πρεσβείας, ὥσπερ ὡμολόγει, τοῦτό γʼ αὐτὸ φυγεῖν καὶ διευλαβηθῆναι τῷ προῖκα πρεσβεύοντι προσῆκε, καὶ διαμαρτύρεσθαι τὸ καθʼ αὑτόν. οὐ τοίνυν πεποίηκε τοῦτʼ Αἰσχίνης. ταῦτʼ οὐ φανέρʼ, ἄνδρες Ἀθηναῖοι; ταῦτʼ οὐχὶ βοᾷ καὶ λέγει ὅτι χρήματʼ εἴληφεν Αἰσχίνης καὶ πονηρός ἐστιν ἀργυρίου συνεχῶς, οὐ διʼ ἀβελτερίαν οὐδὲ διʼ ἄγνοιαν, οὐδʼ ἀποτυγχάνων;

καὶ τίς μου καταμαρτυρεῖ, φήσει, δῶρα λαβεῖν; τοῦτο γάρ ἐστι τὸ λαμπρόν. τὰ πράγματʼ, Αἰσχίνη, ἅπερ πιστότατʼ ἐστὶν ἁπάντων, καὶ οὐκ ἔνεστʼ εἰπεῖν οὐδʼ αἰτιάσασθαι ὡς ἢ πεπεισμένʼ ἢ χαριζόμενά τῴ ἐστι τοιαῦτα, ἀλλʼ οἷάπερ αὐτὰ προδοὺς καὶ διαφθείρας σὺ πεποίηκας, τοιαῦτʼ ἐξεταζόμενα φαίνεται. πρὸς δὲ τοῖς πράγμασιν αὐτὸς αὐτίκα δὴ σὺ σαυτοῦ. ἀπόκριναι γὰρ δεῦρʼ ἀναστάς μοι. οὐ γὰρ δὴ διʼ ἀπειρίαν γʼ οὐ φήσεις ἔχειν ὅ τι εἴπῃς· ὃς γὰρ ἀγῶνας καινοὺς ὥσπερ δράματα, καὶ τούτους ἀμαρτύρους, πρὸς διαμεμετρημένην τὴν ἡμέραν αἱρεῖς διώκων, δῆλον ὅτι πάνδεινος εἶ τις.

πολλῶν τοίνυν καὶ δεινῶν ὄντων τῶν πεπραγμένων Αἰσχίνῃ τουτῳί, καὶ πολλὴν κακίαν ἐχόντων, ὡς καὶ ὑμῖν οἴομαι δοκεῖν, οὐδέν ἐστιν οὗ μέλλω λέγειν, ὡς ἐγὼ κρίνω, δεινότερον, οὐδʼ ὅ τι μᾶλλον ἐπʼ αὐτοφώρῳ δεδωροδοκηκότʼ αὐτὸν καὶ πεπρακότα πάντʼ ἐξελέγξει. ἐπειδὴ γὰρ ἀπεστέλλετʼ αὖθις αὖ τὸ τρίτον τοὺς πρέσβεις ὡς τὸν Φίλιππον, ἐπὶ ταῖς καλαῖς καὶ μεγάλαις ἐλπίσι ταύταις αἷς οὗτος ὑπέσχητο, ἐχειροτονήσατε καὶ τοῦτον κἀμὲ καὶ τῶν ἄλλων τοὺς πλείστους τοὺς αὐτούς.

ἐγὼ μὲν δὴ παρελθὼν ἐξωμοσάμην εὐθέως, καὶ θορυβούντων τινῶν καὶ κελευόντων βαδίζειν οὐκ ἂν ἔφην ἐλθεῖν· οὗτος δʼ ἐκεχειροτόνητο. ἐπειδὴ δʼ ἀνέστη μετὰ ταῦθʼ ἡ ἐκκλησία, συνελθόντες ἐβουλεύονθʼ οὗτοι τίνʼ αὐτοῦ καταλείψουσιν. ἔτι γὰρ τῶν πραγμάτων ὄντων μετεώρων καὶ τοῦ μέλλοντος ἀδήλου, σύλλογοι καὶ λόγοι παντοδαποὶ κατὰ τὴν ἀγορὰν ἐγίγνοντο τότε·

ἐφοβοῦντο δὴ μὴ σύγκλητος ἐκκλησία γένοιτʼ ἐξαίφνης, εἶτʼ ἀκούσαντες ὑμεῖς ἐμοῦ τἀληθῆ ψηφίσαισθέ τι τῶν δεόντων ὑπὲρ τῶν Φωκέων, καὶ τὰ πράγματʼ ἐκφύγοι τὸν Φίλιππον. εἰ γὰρ ἐψηφίσασθε μόνον καὶ μικρὰν ὑπεφήνατʼ ἐλπίδʼ ἡντινοῦν αὐτοῖς, ἐσώθησαν ἄν. οὐ γὰρ ἐνῆν, οὐκ ἐνῆν μὴ παρακρουσθέντων ὑμῶν μεῖναι Φιλίππῳ. οὔτε γὰρ σῖτος ἦν ἐν τῇ χώρᾳ, ἀσπόρῳ διὰ τὸν πόλεμον γεγονυίᾳ, οὔθʼ ἡ σιτοπομπία δυνατὴ τριήρων οὐσῶν ὑμετέρων ἐκεῖ καὶ τῆς θαλάττης κρατουσῶν, αἵ τε πόλεις πολλαὶ καὶ χαλεπαὶ λαβεῖν αἱ τῶν Φωκέων, μὴ οὐ χρόνῳ καὶ πολιορκίᾳ· εἰ γὰρ ἐν ἡμέρᾳ πόλιν ᾕρει, δύο καὶ εἴκοσίν εἰσιν ἀριθμῷ.

διὰ δὴ ταῦτα πάντα, ἵνα μηδὲν μετάθησθʼ ὧν ἐξηπάτησθε, τοῦτον αὐτοῦ κατέλιπον. ἐξομόσασθαι μὲν δὴ μὴ μετʼ αἰτίας τινὸς δεινὸν ἦν καὶ ὑποψία μεγάλη· τί λέγεις; ἐπὶ τηλικαῦτα καὶ τοιαῦτʼ ἀγαθὰ οὐχὶ βαδίζεις ἀπαγγείλας οὐδὲ πρεσβεύεις; ἔδει δὲ μένειν. πῶς οὖν; ἀρρωστεῖν προφασίζεται, καὶ λαβὼν Ἐξήκεστον τὸν ἰατρὸν ἁδελφὸς αὐτοῦ καὶ προσελθὼν τῇ βουλῇ ἐξώμοσεν ἀρρωστεῖν τουτονὶ καὶ αὐτὸς ἐχειροτονήθη.

ἐπειδὴ δʼ ἀπωλώλεσαν οἱ Φωκεῖς ὕστερον ἡμέραις πέντʼ ἢ ἕξ, καὶ τέλος εἶχε τὸ μίσθωμʼ ὥσπερ ἂν ἄλλο τι τούτῳ, καὶ ὁ Δερκύλος ἐκ τῆς Χαλκίδος ἧκεν ἀναστρέψας καὶ ἀπήγγειλεν ὑμῖν ἐκκλησιάζουσιν ἐν Πειραιεῖ ὅτι Φωκεῖς ἀπολώλασι, καὶ ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, ταῦτʼ ἀκούσαντες εἰκότως κἀκείνοις συνήχθεσθε καὶ αὐτοὶ ἐξεπέπληχθε, καὶ παῖδας καὶ γυναῖκας ἐκ τῶν ἀγρῶν κατακομίζειν ἐψηφίζεσθε καὶ τὰ φρούριʼ ἐπισκευάζειν καὶ τὸν Πειραιᾶ τειχίζειν καὶ τὰ Ἡράκλειʼ ἐν ἄστει θύειν,—