On the Crown
Demosthenes
Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
ἐξέτασον τοίνυν παρʼ ἄλληλα τὰ σοὶ κἀμοὶ βεβιωμένα, πράως, μὴ πικρῶς, Αἰσχίνη· εἶτʼ ἐρώτησον τουτουσὶ τὴν ποτέρου τύχην ἂν ἕλοιθʼ ἕκαστος αὐτῶν. ἐδίδασκες γράμματα, ἐγὼ δʼ ἐφοίτων. ἐτέλεις, ἐγὼ δʼ ἐτελούμην. ἐγραμμάτευες, ἐγὼ δʼ ἠκκλησίαζον. ἐτριταγωνίστεις, ἐγὼ δʼ ἐθεώρουν. ἐξέπιπτες, ἐγὼ δʼ ἐσύριττον. ὑπὲρ τῶν ἐχθρῶν πεπολίτευσαι πάντα, ἐγὼ δʼ ὑπὲρ τῆς πατρίδος.
ἐῶ τἄλλα, ἀλλὰ νυνὶ τήμερον ἐγὼ μὲν ὑπὲρ τοῦ στεφανωθῆναι δοκιμάζομαι, τὸ δὲ μηδʼ ὁτιοῦν ἀδικεῖν ἀνωμολόγημαι, σοὶ δὲ συκοφάντῃ μὲν εἶναι δοκεῖν ὑπάρχει, κινδυνεύεις δʼ εἴτε δεῖ σʼ ἔτι τοῦτο ποιεῖν, εἴτʼ ἤδη πεπαῦσθαι μὴ μεταλαβόντα τὸ πέμπτον μέρος τῶν ψήφων. ἀγαθῇ γʼ, οὐχ ὁρᾷς; τύχῃ συμβεβιωκὼς τῆς ἐμῆς κατηγορεῖς.
φέρε δὴ καὶ τὰς τῶν λῃτουργιῶν μαρτυρίας ὧν λελῃτούργηκα ὑμῖν ἀναγνῶ. παρʼ ἃς παρανάγνωθι καὶ σύ μοι τὰς ῥήσεις ἃς ἐλυμαίνου,
Eur. Hec. 1καὶ
- ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας
unknownκαὶ
- κακαγγελεῖν μὲν ἴσθι μὴ θέλοντά με,
unknownμάλιστα μὲν οἱ θεοί, ἔπειθʼ οὗτοι πάντες ἀπολέσειαν, πονηρὸν ὄντα καὶ πολίτην καὶ τριταγωνιστήν.
- κακὸν κακῶς σε
λέγε τὰς μαρτυρίας.
ΜΑΡΤΥΡΙΑΙ.
ἐν μὲν τοίνυν τοῖς πρὸς τὴν πόλιν τοιοῦτος· ἐν δὲ τοῖς ἰδίοις εἰ μὴ πάντες ἴσθʼ ὅτι κοινὸς καὶ φιλάνθρωπος καὶ τοῖς δεομένοις ἐπαρκῶν, σιωπῶ καὶ οὐδὲν ἂν εἴποιμι οὐδὲ παρασχοίμην περὶ τούτων οὐδεμίαν μαρτυρίαν, οὔτʼ εἴ τινας ἐκ τῶν πολεμίων ἐλυσάμην, οὔτʼ εἴ τισιν θυγατέρας συνεξέδωκα, οὔτε τῶν τοιούτων οὐδέν.