On the Crown
Demosthenes
Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
πάντα μὲν τοίνυν τὰ κατηγορημένʼ ὁμοίως ἐκ τούτων ἄν τις ἴδοι, οὔτε δικαίως οὔτʼ ἐπʼ ἀληθείας οὐδεμιᾶς εἰρημένα· βούλομαι δὲ καὶ καθʼ ἓν ἕκαστον αὐτῶν ἐξετάσαι, καὶ μάλισθʼ ὅσʼ ὑπὲρ τῆς εἰρήνης καὶ τῆς πρεσβείας κατεψεύσατό μου, τὰ πεπραγμένʼ ἑαυτῷ μετὰ Φιλοκράτους ἀνατιθεὶς ἐμοί. ἔστι δʼ ἀναγκαῖον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ προσῆκον ἴσως, ὡς κατʼ ἐκείνους τοὺς χρόνους εἶχε τὰ πράγματʼ ἀναμνῆσαι, ἵνα πρὸς τὸν ὑπάρχοντα καιρὸν ἕκαστα θεωρῆτε.
τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου, οὐ διʼ ἐμέ (οὐ γὰρ ἔγωγʼ ἐπολιτευόμην πω τότε), πρῶτον μὲν ὑμεῖς οὕτω διέκεισθε ὥστε Φωκέας μὲν βούλεσθαι σωθῆναι, καίπερ οὐ δίκαια ποιοῦντας ὁρῶντες, Θηβαίοις δʼ ὁτιοῦν ἂν ἐφησθῆναι παθοῦσιν, οὐκ ἀλόγως οὐδʼ ἀδίκως αὐτοῖς ὀργιζόμενοι· οἷς γὰρ ηὐτυχήκεσαν ἐν Λεύκτροις οὐ μετρίως ἐκέχρηντο· ἔπειθʼ ἡ Πελοπόννησος ἅπασα διειστήκει, καὶ οὔθʼ οἱ μισοῦντες Λακεδαιμονίους οὕτως ἴσχυον ὥστʼ ἀνελεῖν αὐτούς, οὔθʼ οἱ πρότερον διʼ ἐκείνων ἄρχοντες κύριοι τῶν πόλεων ἦσαν, ἀλλά τις ἦν ἄκριτος καὶ παρὰ τούτοις καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν ἔρις καὶ ταραχή.
ταῦτα δʼ ὁρῶν ὁ Φίλιππος (οὐ γὰρ ἦν ἀφανῆ) τοῖς παρʼ ἑκάστοις προδόταις χρήματʼ ἀναλίσκων πάντας συνέκρουε καὶ πρὸς αὑτοὺς ἐτάραττεν· εἶτʼ ἐν οἷς ἡμάρτανον ἄλλοι καὶ κακῶς ἐφρόνουν, αὐτὸς παρεσκευάζετο καὶ κατὰ πάντων ἐφύετο. ὡς δὲ ταλαιπωρούμενοι τῷ μήκει τοῦ πολέμου οἱ τότε μὲν βαρεῖς, νῦν δʼ ἀτυχεῖς Θηβαῖοι φανεροὶ πᾶσιν ἦσαν ἀναγκασθησόμενοι καταφεύγειν ἐφʼ ὑμᾶς, ὁ Φίλιππος, ἵνα μὴ τοῦτο γένοιτο μηδὲ συνέλθοιεν αἱ πόλεις, ὑμῖν μὲν εἰρήνην, ἐκείνοις δὲ βοήθειαν ἐπηγγείλατο.
τί οὖν συνηγωνίσατʼ αὐτῷ πρὸς τὸ λαβεῖν ὀλίγου δεῖν ὑμᾶς ἑκόντας ἐξαπατωμένους; ἡ τῶν ἄλλων Ἑλλήνων, εἴτε χρὴ κακίαν εἴτʼ ἄγνοιαν εἴτε καὶ ἀμφότερα ταῦτʼ εἰπεῖν, οἳ πόλεμον συνεχῆ καὶ μακρὸν πολεμούντων ὑμῶν, καὶ τοῦτον ὑπὲρ τῶν πᾶσι συμφερόντων, ὡς ἔργῳ φανερὸν γέγονεν, οὔτε χρήμασιν οὔτε σώμασιν οὔτʼ ἄλλῳ οὐδενὶ τῶν ἁπάντων συνελάμβανον ὑμῖν· οἷς καὶ δικαίως καὶ προσηκόντως ὀργιζόμενοι ἑτοίμως ὑπηκούσατε τῷ Φιλίππῳ. ἡ μὲν οὖν τότε συγχωρηθεῖσʼ εἰρήνη διὰ ταῦτʼ, οὐ διʼ ἐμέ, ὡς οὗτος διέβαλλεν, ἐπράχθη· τὰ δὲ τούτων ἀδικήματα καὶ δωροδοκήματʼ ἐν αὐτῇ τῶν νυνὶ παρόντων πραγμάτων, ἄν τις ἐξετάζῃ δικαίως, αἴτιʼ εὑρήσει.