On the Treaty with Alexander

Demosthenes

Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.

πῶς οὖν οὐκ ἄτοπον τοσαῦτα μὲν εἶναι καὶ τηλικαῦτα τὰ ἡμαρτημένʼ ἑτέροις, τοὺς δʼ ἐνταῦθα φίλους αὐτῶν μὴ ἐκείνους ἀποτρέπειν τοὺς παραβαίνοντας, ἀλλʼ ὑμῖν συμβουλεύειν ἐμμένειν τοῖς οὕτως ὠλιγωρημένοις; ὥσπερ καὶ τούτου προσγεγραμμένου, τοῖς μὲν ἐξεῖναι πλημμελεῖν, τοῖς δὲ μηδʼ ἀμύνεσθαι.

πῶς δʼ οὐχ ἅμα τε παρενόμουν ἐκεῖνοι καὶ ἀναίσθητοι ἦσαν, οἵ γε τηλικοῦτον παρέβησαν τῶν ὅρκων, ὃ παρʼ ἐλάχιστον ἐποίησεν αὐτοὺς ἀφαιρεθῆναι δικαίως τὴν κατὰ θάλατταν ἡγεμονίαν; καὶ νῦν ἔτι παραδεδώκασι τοῦτο τὸ δίκαιον ἀνεγκλήτως ἡμῖν, ὅταν βουληθῶμεν πράττειν· οὐ γὰρ ὅτι ἐπαύσαντʼ ἐξαμαρτάνοντες, ἧττόν τι δήπου παραβεβήκασι τὰς κοινὰς ὁμολογίας.

ἀλλʼ εὐτυχοῦσιν, ὅτι ἐναποχρῶνται τῇ ὑμετέρᾳ ῥᾳθυμίᾳ τῇ οὐδὲ τῶν δικαίων ἀπολαύειν προαιρουμένῃ. ὃ καὶ ὑβριστικώτατον συμβέβηκεν, εἰ οἱ μὲν ἄλλοι Ἕλληνες καὶ βάρβαροι ἅπαντες τὴν πρὸς ὑμᾶς ἔχθραν φοβοῦνται, οὗτοι δʼ οἱ νεόπλουτοι μόνοι καταφρονεῖν ὑμᾶς ὑμῶν αὐτῶν ἀναγκάζουσι, τὰ μὲν πείθοντες, τὰ δὲ βιαζόμενοι, ὥσπερ ἐν Ἀβδηρίταις ἢ Μαρωνείταις, ἀλλʼ οὐκ ἐν Ἀθηναίοις πολιτευόμενοι.

καὶ ἅμα μικρὰ μὲν τὰ ὑμέτερα ποιοῦσι, τὰ δὲ τῶν ἐχθρῶν ἰσχυρά, ἅμα δὲ λανθάνουσιν ἑαυτοὺς ἀνυπόστατον τὴν πόλιν ὁμολογοῦντες εἶναι, διακελευόμενοι τὸ δίκαιον οὐ δικαίως διαφυλάττειν, ὡς τῷ συμφέροντί γε προελομένην χρῆσθαι κρατεῖν ἂν τῶν πολεμίων ῥᾳδίως δυνηθεῖσαν.

εἰκότως δʼ αὐτὸ πεπόνθασιν· ἕως γὰρ ἂν ἐξῇ τῶν κατὰ θάλατταν καὶ μόνοις ἀναμφισβητήτως εἶναι κυρίοις, τοῖς γε κατὰ γῆν πρὸς τῇ ὑπαρχούσῃ δυνάμει ἔστι προβολὰς ἑτέρας ἰσχυροτέρας εὑρέσθαι, ἄλλως τε καὶ πεπαυμένων ὑπὸ τῆς τύχης τῶν δορυφορουμένων ὑπὸ τῶν τυραννικῶν στρατοπέδων, καὶ τῶν μὲν ἐφθαρμένων, τῶν δὲ ἐξεληλεγμένων οὐδενὸς ἀξίων ὄντων.

τὸ μὲν οὖν περὶ τὰ πλοῖα πρὸς τοῖς ἄλλοις τοῖς προειρημένοις ὁ Μακεδὼν τηλικοῦτον παρέβη· τὸ δὲ ὑβριστικώτατον καὶ ὑπεροπτικώτατον τῶν Μακεδόνων τὸ πρώην γεγενημένον ἐστί, τὸ τολμῆσαι εἰσπλεῦσαι εἰς τὸν Πειραιᾶ παρὰ τὰς κοινὰς ἡμῖν πρὸς αὐτοὺς ὁμολογίας. καὶ τοῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ ὅτι μία τριήρης ἦν, μικρὸν ὑποληπτέον, ἀλλʼ ὅτι ἀπόπειρα ἐγένετο, εἰ περιοψόμεθα, ἵνα μετὰ πλειόνων αὐτοῖς ἐγγένηται τοῦτο πράττειν, καὶ ὅτι οὐκ ἐφρόντισαν τῶν κοινῶν δογμάτων, καθάπερ οὐδὲ τῶν προειρημένων.

ἐπεὶ ὅτι γε τοῦτο παράδυσις ἦν κατὰ μικρὸν καὶ ἐθισμὸς τοῦ ἀνέχεσθαι ἡμᾶς τοὺς τοιούτους εἴσπλους, κἀκεῖθεν δῆλον· τῷ γὰρ τὸν τότε ἐπὶ τῆς νεὼς εἰσπλεύσαντα, ὃν ἔδει εὐθὺς μετὰ τῆς τριήρους ὑφʼ ὑμῶν ἀπολωλέναι, αἰτεῖσθαι ναυπηγήσασθαι μικρὰ πλοῖα ἐν τοῖς ἡμετέροις λιμέσι πῶς οὐ καταφανὲς ὅτι ἀντὶ τοῦ εἰσπλεῖν τὸ εὐθὺς ἔνδον εἶναι ἐμηχανῶντο; καὶ εἰ λεπτὰ πλοῖα ὑπομενοῦμεν, ὀλίγον ὕστερον καὶ τριήρεις· καὶ εἰ τὸ πρῶτον ὀλίγας, μικρῷ ὕστερον πολλάς.

οὐ γὰρ δὴ ἔστι γʼ εἰπεῖν ὡς Ἀθήνησι μὲν ἀφθόνων ὄντων τῶν ναυπηγησίμων ξύλων, τῶν μόγις καὶ πόρρωθεν εἰσκομιζομένων, ἐν δὲ τῇ Μακεδονίᾳ ἐπιλελοιπότων, τῇ καὶ τοῖς ἄλλοις τοῖς βουλομένοις εὐτελέστατα καθισταμένῃ, ἀλλʼ ᾤονθʼ ἅμα τε ναυπηγήσεσθαι ἐνταῦθα καὶ πληρώσεσθαι ἐν τῷ λιμένι τῷ προειρημένῳ, ἐν ταῖς κοιναῖς ὁμολογίαις διειρημένον μηδὲν τοιοῦτον εἰσδέχεσθαι, καὶ τοῦτʼ ἐξέσεσθαι ἐπὶ πλέον ἀεὶ ποιεῖν.

οὕτω πανταχόθεν καταπεφρονηκότως ἐκεῖνοι τῇ πόλει χρῶνται διὰ τοὺς ἐντεῦθεν διδασκάλους τοὺς ὑπαγορεύοντας αὐτοῖς ἃ δεῖ ποιεῖν· οὕτω δὲ κατεγνώκασι μετὰ τούτων ἀδιήγητόν τινα τῆς πόλεως ἔκλυσιν καὶ μαλακίαν, καὶ οὔτε πρόνοιαν περὶ τῶν μελλόντων εἶναι, οὔτε λογισμὸν οὐδένα παραγίγνεσθαι τίνα τρόπον χρῆται ὁ τύραννος ταῖς κοιναῖς ὁμολογίαις.

/div>αἷς ἐγὼ διακελεύομαι, ὦ ἄνδρες Ἀθηναῖοι, πείθεσθαι, καθάπερ ἐδίδαξα, καὶ διαβεβαιωσαίμην ἄν, ὡς τοῦθʼ ἡλικίας ἔχων, ἅμα καὶ τῷ δικαίῳ ἡμᾶς ἀνεγκλήτως καὶ τοῖς καιροῖς ἀσφαλέστατα χρήσεσθαι τοῖς ἐπὶ τὸ συμφέρον κατεπείγουσιν. καὶ γὰρ ἔτι προσγέγραπται ἐν ταῖς συνθήκαις, ἐὰν βουλώμεθα τῆς κοινῆς εἰρήνης μετέχειν· τὸ δʼ ἐὰν βουλώμεθα ἐστὶν ἅμα καὶ τοὐναντίον, εἰ ἄρα ποτὲ δεῖ παύσασθαι αἰσχρῶς ἑτέροις ἀκολουθοῦντας, ἢ μηδʼ ἀναμνησθῆναι μηδεμιᾶς φιλοτιμίας τῶν ἐξ ἀρχαιοτάτου καὶ πλείστων καὶ μάλιστα πάντων ἀνθρώπων ἡμῖν ὑπαρχουσῶν. ἐὰν οὖν κελεύητʼ, ὦ ἄνδρες Ἀθηναῖοι, γράψω, καθάπερ αἱ συνθῆκαι κελεύουσι, πολεμεῖν τοῖς παραβεβηκόσιν.