For the People of Megalopolis

Demosthenes

Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.

πολὺ δὴ κάλλιον καὶ ἄμεινον τὴν μὲν Θηβαίων συμμαχίαν αὐτοὺς παραλαβεῖν, τῇ δὲ Λακεδαιμονίων πλεονεξίᾳ μὴ ʼπιτρέψαι, ἢ νῦν ὀκνοῦντας μὴ τοὺς Θηβαίων σώσωμεν συμμάχους, τούτους μὲν προέσθαι, πάλιν δὲ σῴζειν αὐτοὺς τοὺς Θηβαίους, καὶ προσέτʼ ἐν φόβῳ καθεστάναι περὶ ἡμῶν αὐτῶν.

οὐ γὰρ ἔγωγʼ ἀδεὲς τοῦθʼ ὑπολαμβάνω τῇ πόλει, τὸ λαβεῖν Μεγάλην πόλιν Λακεδαιμονίους καὶ πάλιν γενέσθαι μεγάλους. ὁρῶ γὰρ αὐτοὺς καὶ νῦν οὐχ ὑπὲρ τοῦ μὴ παθεῖν τι κακὸν πολεμεῖν αἱρουμένους, ἀλλʼ ὑπὲρ τοῦ κομίσασθαι τὴν πρότερον οὖσαν αὑτοῖς δύναμιν· ὧν δʼ, ὅτʼ ἐκείνην εἶχον, ὠρέγοντο, ταῦθʼ ὑμεῖς μᾶλλον ἴσως εἰδότες ἢ ʼγὼ φοβοῖσθʼ ἂν εἰκότως.

ἡδέως δʼ ἂν πυθοίμην τῶν λεγόντων καὶ τοὺς Θηβαίους μισεῖν φασκόντων καὶ τοὺς Λακεδαιμονίους, πότερʼ ἑκάτεροι μισοῦσιν, οὓς δὴ μισοῦσιν, ὑπὲρ ὑμῶν καὶ τοῦ συμφέροντος ὑμῖν, ἢ ὑπὲρ Λακεδαιμονίων μὲν Θηβαίους, ὑπὲρ δὲ Θηβαίων Λακεδαιμονίους ἑκάτεροι. εἰ μὲν γὰρ ὑπὲρ ἐκείνων, οὐδετέροις ὡς μαινομένοις πείθεσθαι προσήκει· εἰ δʼ ὑπὲρ ὑμῶν φήσουσι, τί πέρα τοῦ καιροῦ τοὺς ἑτέρους ἐπαίρουσιν;

ἔστι γάρ, ἔστι Θηβαίους ταπεινοὺς ποιεῖν ἄνευ τοῦ Λακεδαιμονίους ἰσχυροὺς καθιστάναι, καὶ πολύ γε ῥᾷον· ὡς δʼ, ἐγὼ πειράσομαι πρὸς ὑμᾶς εἰπεῖν. ἴσμεν ἅπαντες τοῦθʼ ὅτι τὰ μὲν δίκαια πάντες, ἐὰν καὶ μὴ βούλωνται, μέχρι τού γʼ αἰσχύνονται μὴ πράττειν, τοῖς δʼ ἀδίκοις ἐναντιοῦνται φανερῶς, ἄλλως τε κἄν τινες βλάπτωνται· καὶ τοῦτο λυμαινόμενον πάνθʼ εὑρήσομεν, καὶ ταύτην ἀρχὴν οὖσαν πάντων τῶν κακῶν, τὸ μὴ ʼθέλειν τὰ δίκαια πράττειν ἁπλῶς.

ἵνα τοίνυν μὴ τοῦτʼ ἐμποδὼν γένηται τῷ Θηβαίους γενέσθαι μικρούς, τὰς μὲν Θεσπιὰς καὶ τὸν Ὀρχομενὸν καὶ τὰς Πλαταιὰς κατοικίζεσθαι φῶμεν δεῖν καὶ συμπράττωμεν αὐτοῖς καὶ τοὺς ἄλλους ἀξιῶμεν (ταῦτα γὰρ καὶ καλὰ καὶ δίκαια, μὴ περιορᾶν πόλεις ἀρχαίας ἐξανεστώσας), τὴν δὲ Μεγάλην πόλιν καὶ τὴν Μεσσήνην μὴ προώμεθα τοῖς ἀδικοῦσι, μηδʼ ἐπὶ τῇ προφάσει τῇ Πλαταιῶν καὶ Θεσπιῶν τὰς οὔσας καὶ κατοικουμένας πόλεις ἀναιρεθείσας περιίδωμεν.

κἂν ᾖ ταῦτα πρόδηλα, οὐδεὶς ὅστις οὐ βουλήσεται παύσασθαι Θηβαίους ἔχοντας τὴν ἀλλοτρίαν· εἰ δὲ μή, πρῶτον μὲν ἐναντίους ἕξομεν πρὸς ἐκεῖνα τούτους εἰκότως, ὅταν ἡγῶνται τὴν ἐκείνων κατοίκισιν αὑτοῖς ὄλεθρον φέρειν, εἶτʼ ἀνήνυτα πράγμαθʼ ἕξομεν αὐτοί· τί γὰρ ὡς ἀληθῶς ἔσται πέρας, ὅταν ἀεὶ τὰς μὲν οὔσας πόλεις ἐῶμεν ἀναιρεῖν, τὰς δʼ ἀνῃρημένας ἀξιῶμεν οἰκίζειν;

λέγουσι τοίνυν οἱ μάλιστα δοκοῦντες δίκαια λέγειν ὡς δεῖ τὰς στήλας καθελεῖν αὐτοὺς τὰς πρὸς Θηβαίους, εἴπερ ἡμέτεροι βεβαίως ἔσονται σύμμαχοι. οἱ δέ φασι μὲν αὑτοῖς οὐκ εἶναι στήλας, ἀλλὰ τὸ συμφέρον εἶναι τὸ ποιοῦν τὴν φιλίαν, τοὺς δὲ βοηθοῦντας ἑαυτοῖς, τούτους νομίζειν εἶναι συμμάχους. ἐγὼ δʼ, εἰ τὰ μάλιστʼ εἰσὶ τοιοῦτοι, ὡδί πως ἔχω. φημὶ δεῖν ἅμα τούτους ἀξιοῦν καθαιρεῖν τὰς στήλας καὶ Λακεδαιμονίους ἄγειν εἰρήνην, ἐὰν δὲ μὴ ʼθέλωσι ποιεῖν ὁπότεροι ταῦτα, τότʼ ἤδη μετὰ τῶν ἐθελόντων ἡμᾶς γίγνεσθαι.

εἴτε γὰρ εἰρήνης γιγνομένης αὐτοῖς οἱ Μεγαλοπολῖται τῆς Θηβαίων συμμαχίας ἕξονται, φανεροὶ πᾶσιν ἔσονται τὴν πλεονεξίαν τὴν Θηβαίων, οὐ τὸ δίκαιον αἱρούμενοι· εἴτε συμμάχους ἡμᾶς ἀδόλως τῶν Μεγαλοπολιτῶν ποιουμένων μὴ ʼθελήσουσιν ἄγειν εἰρήνην οἱ Λακεδαιμόνιοι, δῆλοι δήπου πᾶσιν ἔσονται, οὐχ ἵνα Θεσπιαὶ κατοικισθῶσι ποιούμενοι τὴν σπουδήν, ἀλλʼ ἵνα τοῦ πολέμου περιεστηκότος Θηβαίοις τὴν Πελοπόννησον ὑφʼ αὑτοῖς ποιήσωνται.

θαυμάζω δʼ ἐνίων, εἰ τὸ μὲν Θηβαίων συμμάχους εἶναι τοὺς Λακεδαιμονίων ἐχθροὺς φοβοῦνται, εἰ δὲ καταστρέψονται Λακεδαιμόνιοι τούτους, μηδὲν ἡγοῦνται φοβερόν, καὶ ταῦτʼ ἔργῳ πεῖραν ἡμῖν δεδωκότος τοῦ χρόνου ὅτι Θηβαῖοι μὲν τούτοις συμμάχοις ἐπὶ Λακεδαιμονίους ἀεὶ χρῶνται, Λακεδαιμόνιοι δʼ ὅτʼ εἶχον αὐτούς, ἐφʼ ἡμᾶς ἐχρῶντο.

οἶμαι τοίνυν ἔγωγε κἀκεῖνʼ ἐνθυμεῖσθαι δεῖν, ὅτι μὴ προσδεξαμένων μὲν ὑμῶν τοὺς Μεγαλοπολίτας, ἐὰν μὲν ἀναιρεθῶσι καὶ διοικισθῶσιν, ἰσχυροῖς Λακεδαιμονίοις ἔστιν εὐθὺς εἶναι, ἐὰν δὲ σωθῶσιν ἄρα, ὡς ἤδη τι καὶ παρʼ ἐλπίδας ἐξέβη, βέβαιοι σύμμαχοι Θηβαίων δικαίως ἔσονται· ἂν δὲ προσδέξησθε, τούτοις μὲν ὑπάρξει ἤδη σωθῆναι διʼ ὑμᾶς, τὸ δὲ συμβησόμενον, τὸν τοῦ κινδύνου λογισμὸν μετενεγκόντες, σκοπῶμεν ἐπὶ Θηβαίων καὶ Λακεδαιμονίων.

ἂν μὲν τοίνυν καταπολεμηθῶσιν οἱ Θηβαῖοι, ὥσπερ αὐτοὺς δεῖ, οὐκ ἔσονται μείζους τοῦ δέοντος οἱ Λακεδαιμόνιοι, τούτους ἔχοντες ἀντιπάλους τοὺς Ἀρκάδας ἐγγὺς οἰκοῦντας· ἂν δʼ ἀνενέγκωσιν ἄρʼ οἱ Θηβαῖοι καὶ σωθῶσιν, ἀλλʼ οὖν ἀσθενέστεροί γʼ ἔσονται, ἡμῖν συμμάχων γεγενημένων τῶνδε καὶ διʼ ἡμᾶς σεσωμένων. ὥστε πανταχῇ συμφέρει μήτε προέσθαι τοὺς Ἀρκάδας μήτε διʼ αὑτούς, ἂν ἄρα σωθῶσι, περιγεγονέναι δοκεῖν, μηδὲ διʼ ἄλλους τινάς, ἀλλὰ διʼ ὑμᾶς.

ἐγὼ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, μὰ τοὺς θεοὺς οὔτε φιλῶν οὐδετέρους οὔτε μισῶν ἰδίᾳ εἴρηκα, ἀλλʼ ἃ νομίζω συμφέρειν ὑμῖν· καὶ παραινῶ μὴ προέσθαι Μεγαλοπολίτας, μηδʼ ἄλλον ἁπλῶς μηδένα τῶν ἐλαττόνων τῷ μείζονι.