For the Liberty of the Rhodians

Demosthenes

Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.

ὅτι δʼ οὐδʼ ἂν ἐναντιωθῆναί μοι δοκεῖ τῇ πράξει ταύτῃ νῦν Ἀρτεμισία τῆς πόλεως οὔσης ἐπὶ τῶν πραγμάτων, μίκρʼ ἀκούσαντες σκοπεῖτε εἴτʼ ὀρθῶς λογίζομαι ταῦτʼ εἴτε μή. ἐγὼ νομίζω, πράττοντος μὲν ἐν Αἰγύπτῳ πάνθʼ ὡς ὥρμηκε βασιλέως, σφόδρʼ ἂν Ἀρτεμισίαν πειραθῆναι περιποιῆσαι Ῥόδον αὐτῷ, οὐ τῇ βασιλέως εὐνοίᾳ, ἀλλὰ τῷ βούλεσθαι πλησίον αὐτῆς διατρίβοντος ἐκείνου μεγάλην εὐεργεσίαν καταθέσθαι πρὸς αὐτόν, ἵνʼ ὡς οἰκειότατʼ αὐτὴν ἀποδέχηται·

πράττοντος δʼ ὡς λέγεται, καὶ διημαρτηκότος οἷς ἐπεχείρησεν, ἡγεῖσθαι τὴν νῆσον ταύτην, ὅπερ ἔστιν, ἄλλο μὲν οὐδὲν ἂν εἶναι βασιλεῖ χρησίμην ἐν τῷ παρόντι, τῆς δʼ αὑτῆς ἀρχῆς ἐπιτείχισμα πρὸς τὸ μηδʼ ὁτιοῦν παρακινεῖν. ὥστε μοι δοκεῖ μᾶλλον ἂν ὑμᾶς ἔχειν μὴ φανερῶς αὐτῆς ἐνδούσης, ἢ ʼκεῖνον λαβεῖν βούλεσθαι. οἶμαι μὲν οὖν οὐδὲ βοηθήσειν αὐτήν, ἂν δʼ ἄρα τοῦτο ποιῇ, φαύλως καὶ κακῶς.

ἐπεὶ καὶ βασιλέα γε, ὅ τι μὲν ποιήσει μὰ Δίʼ οὐκ ἂν εἴποιμʼ ἔγωγʼ ὡς οἶδα, ὅτι μέντοι συμφέρει τῇ πόλει δῆλον ἤδη γενέσθαι πότερʼ ἀντιποιήσεται τῆς πόλεως τῆς Ῥοδίων ἢ οὔ, τοῦτʼ ἂν ἰσχυρισαίμην· οὐ γὰρ ὑπὲρ Ῥοδίων βουλευτέον, ὅταν ἀντιποιῆται, μόνον, ἀλλʼ ὑπὲρ ἡμῶν αὐτῶν καὶ τῶν πάντων Ἑλλήνων.

οὐ μὴν οὐδʼ ἂν εἰ διʼ αὑτῶν εἶχον τὴν πόλιν οἱ νῦν ὄντες ἐν αὐτῇ Ῥόδιοι, παρῄνεσʼ ἂν ὑμῖν τούτους ἑλέσθαι, οὐδʼ εἰ πάνθʼ ὑπισχνοῦνθʼ ὑμῖν ποιήσειν. ὁρῶ γὰρ αὐτοὺς τὸ μὲν πρῶτον, ὅπως καταλύσωσι τὸν δῆμον, προσλαβόντας τινὰς τῶν πολιτῶν, ἐπειδὴ δὲ τοῦτʼ ἔπραξαν, πάλιν ἐκβαλόντας τούτους· τοὺς οὖν μηδετέροις πιστῶς κεχρημένους οὐδʼ ἂν ὑμῖν βεβαίους ἡγοῦμαι γενέσθαι συμμάχους.

καὶ ταῦτʼ οὐδεπώποτʼ εἶπον ἄν, εἰ τῷ Ῥοδίων δήμῳ μόνον ἡγούμην συμφέρειν· οὔτε γὰρ προξενῶ τῶν ἀνδρῶν οὔτʼ ἰδίᾳ ξένος αὐτῶν οὐδείς ἐστί μοι. οὐ μὴν οὐδʼ εἰ ταῦτʼ ἀμφότερʼ ἦν, εἰ μὴ συμφέρειν ὑμῖν ἡγούμην, εἶπον ἄν, ἐπεὶ Ῥοδίοις γε, εἰ οἷόν τε τοῦτʼ εἰπεῖν τῷ συναγορεύοντι τῇ σωτηρίᾳ αὐτῶν, συγχαίρω τῶν γεγενημένων. τοῦ κομίσασθαι γὰρ τὰ ὑμέτερʼ ὑμῖν φθονήσαντες τὴν ἑαυτῶν ἐλευθερίαν ἀπολωλέκασι, καὶ παρὸν αὐτοῖς Ἕλλησι καὶ βελτίοσιν αὐτῶν ὑμῖν ἐξ ἴσου συμμαχεῖν, βαρβάροις καὶ δούλοις, οὓς εἰς τὰς ἀκροπόλεις παρεῖνται, δουλεύουσιν.