On the Navy-Boards

Demosthenes

Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.

ἐγὼ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω τὸν μὲν πόλεμον τὸν πρὸς βασιλέα χαλεπὸν τῇ πόλει, τὸν δʼ ἀγῶνα τὸν ἐκ τοῦ πολέμου ῥᾴδιον ἂν συμβῆναι. διὰ τί; ὅτι τοὺς μὲν πολέμους ἅπαντας ἀναγκαίως ἡγοῦμαι τριήρων καὶ χρημάτων καὶ τόπων δεῖσθαι, ταῦτα δὲ πάντʼ ἀφθονώτερʼ ἐκεῖνον ἔχονθʼ ἡμῶν εὑρίσκω· τοὺς δʼ ἀγῶνας οὐδενὸς οὕτω τῶν ἄλλων ὁρῶ δεομένους ὡς ἀνδρῶν ἀγαθῶν, τούτους δʼ ἡμῖν καὶ τοῖς μεθʼ ἡμῶν κινδυνεύουσι πλείους ὑπάρχειν νομίζω.