On the Navy-Boards

Demosthenes

Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.

τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ νῦν ὀφειλόμενʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν σκευῶν ἐπὶ τὰς τριήρεις τιμήσαντας ἅπαντʼ ἐκ τοῦ διαγράμματος νεῖμαι κελεύω μέρη εἴκοσιν, ἔπειτα ταῖς μεγάλαις ἐπικληρῶσαι συμμορίαις μέρος ἓν χρήστων ἑκάστῃ, τὴν δὲ συμμορίαν ἑκάστην διανεῖμαι τῶν αὑτῆς μερῶν ἑκάστῳ τὸ ἴσον, τοὺς δὲ δώδεκα τοὺς ἐν ἑκάστῳ τῷ μέρει ταῦτʼ εἰσπράξαντας τὰς τριήρεις, ἃς ἂν ἕκαστοι λάχωσι, παρεσκευασμένας παρέχειν.

τὴν μὲν δαπάνην καὶ τὰ σκάφη καὶ τοὺς τριηράρχους καὶ τὴν τῶν σκευῶν εἴσπραξιν οὕτως ἂν ἄρισθʼ ἡγοῦμαι καὶ πορισθῆναι καὶ παρασκευασθῆναι· πλήρωσιν δʼ, ἣ καὶ σαφὴς ἔσται καὶ ῥᾳδία, μετὰ ταῦτα λέγω. φημὶ τοὺς στρατηγοὺς δεῖν διανεῖμαι τόπους δέκα τῶν νεωρίων, σκεψαμένους ὅπως ὡς ἐγγύτατʼ ἀλλήλων κατὰ τριάκοντʼ ὦσι νεώσοικοι, ἐπειδὰν δὲ τοῦτο ποιήσωσι, δύο συμμορίας καὶ τριάκοντα τριήρεις τούτων ἑκάστῳ προσνεῖμαι τῶν τόπων, εἶτʼ ἐπικληρῶσαι τὰς φυλάς·

τὸν δὲ ταξίαρχον ἕκαστον, ὃν ἂν ἡ φυλὴ τόπον λάχῃ, διελεῖν τρίχα καὶ τὰς ναῦς ὡσαύτως, εἶτʼ ἐπικληρῶσαι τὰς τριττῦς, ὅπως ἂν τῶν μὲν ὅλων νεωρίων ἓν ἑκάστῃ μέρος ᾖ τῶν φυλῶν, τοῦ δὲ μέρους ἑκάστου τὸ τρίτον μέρος ἡ τριττὺς ἔχῃ, εἰδῆτε δʼ, ἄν τι δέῃ, πρῶτον μὲν τὴν φυλήν, ὅπου τέτακται, μετὰ ταῦτα δὲ τὴν τριττύν, εἶτα τριήραρχοι τίνες καὶ τριήρεις ποῖαι, καὶ τριάκοντα μὲν ἡ φυλή, δέκα δʼ ἡ τριττὺς ἑκάστη τριήρεις ἔχῃ. ἐὰν γὰρ ταῦθʼ οὕτως εἰς ὁδὸν καταστῇ, εἴ τι καὶ παραλείπομεν νῦν (πάντα γὰρ ἴσως εὑρεῖν οὐ ῥᾴδιον), αὐτὸ τὸ πρᾶγμʼ ἑαυτῷ εὑρήσει, καὶ μία σύνταξις καὶ πασῶν τῶν νεῶν καὶ μέρους ἔσται.

ὑπὲρ δὲ χρημάτων καὶ πόρου φανεροῦ τινὸς ἤδη παράδοξον μὲν οἶδα λόγον ὃν μέλλω λέγειν, ὅμως δʼ εἰρήσεται· πιστεύω γάρ, ἐάν τις ὀρθῶς σκοπῇ, μόνος τἀληθῆ καὶ τὰ γενησόμενʼ εἰρηκὼς φανεῖσθαι. ἐγώ φημι χρῆναι μὴ λέγειν νυνὶ περὶ χρημάτων· εἶναι γὰρ πόρον, ἂν δέῃ, μέγαν καὶ καλὸν καὶ δίκαιον, ὃν ἂν μὲν ἤδη ζητῶμεν, οὐδʼ εἰς τόθʼ ὑπάρχειν ἡγησόμεθʼ ἡμῖν· οὕτω πολὺ τοῦ πορίσαι νῦν ἀποσχήσομεν· ἐὰν δʼ ἐῶμεν, ἔσται. τίς οὖν ἔσθʼ οὗτος ὁ νῦν μὲν οὐκ ὤν, ὑπάρξων δʼ εἰς τότε; αἰνίγματι γὰρ ὅμοιον τοῦτό γε.

ἐγὼ φράσω. ὁρᾶτε τὴν πόλιν, ὦ ἄνδρες Ἀθηναῖοι, πᾶσαν ταύτην. ἐν ταύτῃ χρήματʼ ἔνεστιν ὀλίγου δέω πρὸς ἁπάσας τὰς ἄλλας εἰπεῖν πόλεις. ταῦτα δʼ οἱ κεκτημένοι τοιοῦτον ἔχουσι νοῦν ὥστʼ, εἰ πάντες οἱ λέγοντες φοβοῖεν ὡς ἥξει βασιλεύς, ὡς πάρεστιν, ὡς οὐδʼ οἷόν τε ταῦτʼ ἄλλως ἔχειν, καὶ μετὰ τῶν λεγόντων ἴσοι τὸ πλῆθος τούτοις χρησμῳδοῖεν, οὐ μόνον οὐκ ἂν εἰσενέγκαιεν, ἀλλʼ οὐδʼ ἂν δόξειαν οὐδʼ ἂν ὁμολογήσαιεν κεκτῆσθαι.

εἰ μέντοι τὰ νῦν διὰ τῶν λόγων φοβερὰ ἔργῳ πραττόμενʼ αἴσθοιντο, οὐδεὶς οὕτως ἠλίθιός ἐστιν ὅστις οὐχὶ κἂν δοίη καὶ πρῶτος εἰσενέγκαι· τίς γὰρ αἱρήσεται μᾶλλον αὐτὸς καὶ τὰ ὄντʼ ἀπολωλέναι ἢ μέρος τῶν ὄντων ὑπὲρ αὑτοῦ καὶ τῶν λοιπῶν εἰσενεγκεῖν; χρήματα μὲν δή φημʼ εἶναι τότε, ἂν ὡς ἀληθῶς δέῃ, πρότερον δʼ οὔ. διὸ μηδὲ ζητεῖν παραινῶ· ὅσα γὰρ νῦν πορίσαιτʼ ἄν, εἰ προέλοισθε πορίζειν, πλείων ἐστὶ γέλως τοῦ μηδενός.

φέρε γάρ, ἑκατοστήν τις εἰσφέρειν ἐρεῖ νῦν; οὐκοῦν ἑξήκοντα τάλαντα. ἀλλὰ πεντηκοστήν τις ἐρεῖ, τὸ διπλοῦν; οὐκοῦν ἑκατὸν καὶ εἴκοσι. καὶ τί τοῦτʼ ἔστι πρὸς διακοσίας καὶ χιλίας καμήλους, ἃς βασιλεῖ τὰ χρήματʼ ἄγειν φασὶν οὗτοι; ἀλλὰ θῶ βούλεσθε δωδεκάτην ἡμᾶς εἰσοίσειν, πεντακόσια τάλαντα; ἀλλʼ οὔτʼ ἂν ἀνάσχοισθε οὔτʼ, εἰ καταθεῖτε, ἄξια τοῦ πολέμου τὰ χρήματα.

δεῖ τοίνυν ὑμᾶς τὰ μὲν ἄλλα παρασκευάσασθαι, τὰ δὲ χρήματα νῦν μὲν ἐᾶν τοὺς κεκτημένους ἔχειν (οὐδαμοῦ γὰρ ἂν ἐν καλλίονι σῴζοιτο τῇ πόλει), ἐὰν δέ ποθʼ οὗτος ὁ καιρὸς ἔλθῃ, τόθʼ ἑκόντων εἰσφερόντων αὐτῶν λαμβάνειν. ταῦτα δὲ καὶ δυνάτʼ ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ πράττειν καλὰ καὶ συμφέροντα καὶ βασιλεῖ περὶ ὑμῶν ἐπιτήδειʼ ἀπαγγελθῆναι, καὶ φόβος οὐκ ὀλίγος γένοιτʼ ἂν ἐκείνῳ διὰ τούτων.

οἶδε μέν γε διακοσίαις τριήρεσιν, ὧν ἑκατὸν παρεσχόμεθʼ ἡμεῖς, τοὺς προγόνους αὐτοῦ χιλίας ἀπολέσαντας ναῦς, ἀκούσεται δὲ τριακοσίας αὐτοὺς ὑμᾶς νῦν παρεσκευασμένους τριήρεις· ὥστε μὴ κομιδῇ, μηδʼ εἰ πάνυ μαίνοιτο, νομίσαι ῥᾴδιόν τι τὸ τὴν ἡμετέραν πόλιν ἐχθρὰν ποιήσασθαι. ἀλλὰ μὴν εἴ γʼ ἐπὶ χρήμασιν αὐτῷ μέγʼ ἐπέρχεται φρονεῖν, καὶ ταύτην ἀσθενεστέραν ἀφορμὴν τῆς ὑμετέρας εὑρήσει.

ὁ μέν γε χρυσίον, ὥς φασιν, ἄγει πολύ. τοῦτο δʼ ἂν διαδῷ ζητήσει· καὶ γὰρ τὰς κρήνας καὶ τὰ φρέατʼ ἐπιλείπειν πέφυκεν, ἄν τις ἀπʼ αὐτῶν ἁθρόα πολλὰ λαμβάνῃ. ἡμῖν δὲ τὸ τῆς χώρας τίμημʼ ὑπάρχον ἀφορμὴν ἑξακισχίλια τάλαντα ἀκούσεται, ὑπὲρ ἧς ὡς μὲν τοὺς ἐπιόντας ἐκείνων ἀμυνόμεθα, οἱ Μαραθῶνι τῶν προγόνων αὐτοῦ μάλιστʼ ἂν εἰδεῖεν, ἕως δʼ ἂν κρατῶμεν, οὐκ ἔνι δήπου χρήμαθʼ ἡμᾶς ἐπιλείπειν.

καὶ μὴν οὐδʼ ὅ τινες δεδίασι, μὴ ξενικὸν πολὺ συστήσηται χρήματʼ ἔχων, ἀληθὲς εἶναί μοι δοκεῖ. ἐγὼ γὰρ ἡγοῦμαι ἐπὶ μὲν Αἴγυπτον καὶ Ὀρόνταν καί τινας τῶν ἄλλων βαρβάρων πολλοὺς ἂν ἐθελῆσαι τῶν Ἑλλήνων μισθοφορεῖν παρʼ ἐκείνῳ, οὐχ ἵνʼ ἐκεῖνος ἕλῃ τινὰ τούτων, ἀλλʼ ἵνʼ εὐπορίαν τινʼ ἕκαστος ἑαυτῷ κτησάμενος ἀπαλλαγῇ τῆς ὑπαρχούσης πενίας· ἐπὶ δὲ τὴν Ἑλλάδα Ἕλληνʼ οὐδένʼ ἂν ἐλθεῖν ἡγοῦμαι. ποῖ γὰρ αὐτὸς τρέψεται μετὰ ταῦτα;

εἰς Φρυγίαν ἐλθὼν δουλεύσει; οὐ γὰρ ὑπὲρ ἄλλου τινός ἐστιν ὁ πρὸς τὸν βάρβαρον πόλεμος ἢ περὶ χώρας καὶ βίου καὶ ἐθῶν καὶ ἐλευθερίας καὶ πάντων τῶν τοιούτων. τίς οὖν οὕτως δυστυχής ἐστιν ὅστις ἑαυτόν, γονέας, τάφους, πατρίδα εἵνεκα κέρδους βραχέος προέσθαι βουλήσεται; ἐγὼ μὲν οὐδένʼ ἡγοῦμαι. οὐ μὴν οὐδʼ ἐκείνῳ συμφέρει ξένοις κρατῆσαι τῶν Ἑλλήνων· οἱ γὰρ ἡμῶν κρατήσαντες ἐκείνου γε πάλαι κρείττους ὑπάρχουσιν· βούλεται δʼ ἐκεῖνος οὐκ ἀνελὼν ἡμᾶς ἐπʼ ἄλλοις εἶναι, ἀλλὰ μάλιστα μὲν πάντων, εἰ δὲ μή, τῶν γʼ ὑπαρχόντων δούλων ἑαυτῷ νῦν ἄρχειν.

εἰ τοίνυν τις οἴεται Θηβαίους ἔσεσθαι μετʼ ἐκείνου, ἔστι μὲν χαλεπὸς πρὸς ὑμᾶς ὁ περὶ τούτων λόγος· διὰ γὰρ τὸ μισεῖν αὐτοὺς οὐδʼ ἂν ἀληθὲς οὐδὲν ἡδέως ἀγαθὸν περὶ αὐτῶν ἀκούσαιτε· οὐ μὴν ἀλλὰ δεῖ τοὺς περὶ πραγμάτων μεγάλων σκοποῦντας μηδένα συμφέροντα λογισμὸν παραλιπεῖν διὰ μηδεμίαν πρόφασιν. ἐγὼ τοίνυν οἶμαι τοσοῦτʼ ἀπέχειν Θηβαίους τοῦ μετʼ ἐκείνου ποτʼ ἂν ἐλθεῖν ἐπὶ τοὺς Ἕλληνας, ὥστε πολλῶν ἂν χρημάτων, εἰ ἔχοιεν δοῦναι,

πρίασθαι γενέσθαι τινʼ αὐτοῖς καιρὸν διʼ οὗ τὰς προτέρας ἀναλύσονται πρὸς τοὺς Ἕλληνας ἁμαρτίας. εἰ δʼ ἄρα παντάπασί τις οὕτως οἴεται φύσει δυστυχεῖς Θηβαίους εἶναι, ἐκεῖνό γε δήπουθεν ἅπαντες ἐπίστασθε, ὅτι Θηβαίων τἀκείνου φρονούντων, ἀνάγκη τοὺς τούτων ἐχθροὺς τὰ τῶν Ἑλλήνων φρονεῖν.

ἡγοῦμαι τοίνυν ἐγὼ ταύτην τὴν τάξιν τοῦ δικαίου καὶ τοὺς μετʼ αὐτῆς ὄντας κρείττους τῶν προδοτῶν καὶ τοῦ βαρβάρου ἔσεσθαι πρὸς ἅπαντα. ὥστʼ οὔτε φοβεῖσθαί φημι δεῖν πέρα τοῦ μετρίου, οὔθʼ ὑπαχθῆναι προτέρους ἐκφέρειν τὸν πόλεμον. καὶ μὴν οὐδὲ τῶν ἄλλων οὐδένʼ ἂν εἰκότως Ἑλλήνων φοβηθέντα τὸν πόλεμον τοῦτον ὁρῶ.

τίς γὰρ οὐκ οἶδεν αὐτῶν ὅτι, τέως μὲν κοινὸν ἐχθρὸν ἐκεῖνον ὑπειληφότες ὡμονόουν ἀλλήλοις, πολλῶν ἀγαθῶν ἦσαν κύριοι, ἐπειδὴ δὲ φίλον αὐτὸν νομίσαντες αὑτοῖς ὑπάρχειν περὶ τῶν πρὸς ἑαυτοὺς διηνέχθησαν διαφόρων, ὅσʼ ἂν οὐδὲ καταρώμενος εὗρέ τις αὐτοῖς, τοσαῦτα πεπόνθασι κακά; εἶθʼ ὃν ἡ τύχη καὶ τὸ δαιμόνιον φίλον μὲν ἀλυσιτελῆ, συμφέροντα δʼ ἐχθρὸν ἐμφανίζει, τοῦτον ἡμεῖς φοβώμεθα; μηδαμῶς· ἀλλὰ μηδʼ ἀδικῶμεν, αὐτῶν ἡμῶν εἵνεκα καὶ τῆς τῶν ἄλλων Ἑλλήνων ταραχῆς καὶ ἀπιστίας·

ἐπεὶ εἴ γʼ ὁμοθυμαδὸν ἦν μετὰ πάντων ἐπιθέσθαι μόνῳ, οὐδʼ ἀδικεῖν ἡμᾶς ἐκεῖνον ἀδίκημʼ ἂν ἔθηκα. ἐπειδὴ δὲ τοῦτʼ οὐχ οὕτως ἔχει, φυλάττεσθαί φημι δεῖν μὴ πρόφασιν δῶμεν βασιλεῖ τοῦ τὰ δίκαιʼ ὑπὲρ τῶν ἄλλων Ἑλλήνων ζητεῖν· ἡσυχίαν μὲν γὰρ ἐχόντων ὑμῶν ὕποπτος ἂν εἴη τοιοῦτόν τι πράττων, πόλεμον δὲ ποιησαμένων προτέρων εἰκότως ἂν δοκοίη διὰ τὴν πρὸς ὑμᾶς ἔχθραν τοῖς ἄλλοις φίλος εἶναι βούλεσθαι.

μὴ οὖν ἐξελέγξηθʼ ὡς κακῶς ἔχει τὰ Ἑλληνικά, συγκαλοῦντες ὅτʼ οὐ πείσονται, καὶ πολεμοῦντες ὅτʼ οὐ δυνήσεσθε· ἀλλʼ ἔχεθʼ ἡσυχίαν θαρροῦντες καὶ παρασκευαζόμενοι, καὶ βούλεσθʼ ἀπαγγέλλεσθαι μὲν περὶ ὑμῶν πρὸς βασιλέα, μὴ μὰ Δίʼ ὡς ἀποροῦσιν ἢ φοβοῦνται ἢ θορυβοῦνται πάντες οἱ Ἕλληνες καὶ Ἀθηναῖοι, πολλοῦ γε καὶ δεῖ·

ἀλλʼ ὅτι, εἰ μὲν μὴ τοῖς Ἕλλησιν ὁμοίως αἰσχρὸν ἦν τὸ ψεύδεσθαι καὶ ἐπιορκεῖν ὥσπερ ἐκείνῳ καλόν, πάλαι ἂν ἐπʼ αὐτὸν ὑμεῖς ἐπορεύεσθε, νῦν δὲ τοῦτο μὲν οὐκ ἂν ποιήσαιτε ὑμῶν ἕνεκʼ αὐτῶν, εὔχεσθε δὲ πᾶσι τοῖς θεοῖς τὴν αὐτὴν λαβεῖν παράνοιαν ἐκεῖνον ἥνπερ ποτὲ τοὺς προγόνους αὐτοῦ. καὶ ταῦτʼ ἂν ἐπίῃ σκοπεῖν αὐτῷ, οὐκ ὀλιγώρως ὑμᾶς βουλευομένους εὑρήσει.

ἐκ μέν γε τῶν πρὸς τοὺς ἑαυτοῦ προγόνους πολέμων σύνοιδε τὴν πόλιν εὐδαίμονα καὶ μεγάλην γεγενημένην, ἐκ δὲ τῆς ἡσυχίας ἧς ἦγέ ποτε, οὐδεμιᾶς τῶν Ἑλληνίδων πόλεων τοσοῦτον ὅσον νῦν ὑπεραίρουσαν. καὶ μὴν καὶ τοὺς Ἕλληνας ὁρᾷ δεομένους ἤτοι τινὸς ἑκουσίου ἢ ἀκουσίου διαλλακτοῦ, τοῦτον δʼ αὑτὸν ἂν οἶδε φανέντʼ αὐτοῖς, εἰ πόλεμον κινοίη. ὥστε καὶ γνώριμα καὶ πίστʼ αὐτῷ τῶν ἀπαγγελλόντων ἀκούειν ἔσται.