On Organization
Demosthenes
Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
ἀλλὰ τὴν δύναμιν τῆς πόλεως οἰκείαν εἶναι, κατεσκευασμένην ἀπὸ τούτων, ἵνʼ ἅμʼ εὐπορῆτε καὶ τὰ δέοντα ποιῆτε, καὶ τὸν στρατηγὸν ἡγεῖσθαι ταύτης, ἵνʼ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ τοιαῦθʼ οἷάπερ νυνὶ συμβαίνῃ· τοὺς στρατηγοὺς κρίνετε, καὶ περίεσθʼ ὑμῖν ἐκ τῶν πραγμάτων ὁ δεῖνα τοῦ δεῖνος τὸν δεῖνʼ εἰσήγγειλεν, ἄλλο δʼ οὐδέν.
ἀλλὰ τί ὑμῖν γένηται; πρῶτον μὲν οἱ σύμμαχοι μὴ φρουραῖς, ἀλλὰ τῷ ταὐτὰ συμφέρειν ὑμῖν κἀκείνοις ὦσιν οἰκεῖοι, ἔπειθʼ οἱ στρατηγοὶ μὴ ξένους ἔχοντες τοὺς μὲν συμμάχους ἄγωσι καὶ φέρωσι, τοὺς δὲ πολεμίους μηδʼ ὁρῶσιν, ἀφʼ ὧν αἱ μὲν ὠφέλειαι τούτων εἰσὶν ἴδιαι, τὰ δὲ μίση καὶ τὰ ἐγκλήματα ἐφʼ ὅλην ἔρχεται τὴν πόλιν, ἀλλὰ πολίτας τοὺς ἀκολουθοῦντας ἔχοντες τοὺς ἐχθρούς, ἃ νῦν τοὺς φίλους, ποιῶσιν.
χωρὶς δὲ τούτων πολλὰ τῶν πραγμάτων τὴν ὑμετέραν ποθεῖ παρουσίαν, καὶ ἄνευ τοῦ πρὸς τοὺς οἰκείους πολέμους οἰκείᾳ χρῆσθαι δυνάμει συμφέρειν, καὶ πρὸς τἄλλα πράγματʼ ἀναγκαῖόν ἐστιν. εἰ μὲν γὰρ ἡσυχίαν ἔχειν ὑμῖν ἀπέχρη καὶ μηδὲν τῶν Ἑλληνικῶν περιεργάζεσθαι ὅπως ἔχει, ἄλλος ἂν ἦν λόγος·
νῦν δὲ πρωτεύειν μὲν ὑμεῖς ἀξιοῦτε καὶ τὰ δίκαιʼ ὁρίζειν τοῖς ἄλλοις, τὴν δὲ ταῦτʼ ἐφορεύσουσαν καὶ φυλάξουσαν δύναμιν οὔτε κατεσκεύασθʼ οὔτε κατασκευάζεσθε, ἀλλʼ ἐπὶ πολλῆς μὲν ἡσυχίας καὶ ἐρημίας ὑμῶν ὁ Μυτιληναίων δῆμος καταλέλυται, ἐπὶ πολλῆς δʼ ἡσυχίας ὁ Ῥοδίων, ἐχθρός γʼ ὢν ἡμῖν, φαίη τις ἄν· ἀλλὰ μείζω χρὴ νομίζειν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν πρὸς τὰς ὀλιγαρχίας ὑπὲρ αὐτῆς τῆς προαιρέσεως ἔχθραν, ἢ τὴν πρὸς τοὺς δήμους ὑπὲρ ὧν ποτʼ ἂν ᾖ.
ἀλλʼ ἵνʼ ἐκεῖσʼ ἐπανέλθω, φημὶ δεῖν ὑμᾶς συντετάχθαι, καὶ τὴν αὐτὴν τοῦ τε λαβεῖν καὶ τοῦ ποιεῖν ἃ προσήκει σύνταξιν εἶναι. διελέχθην δʼ ὑμῖν περὶ τούτων καὶ πρότερον, καὶ διεξῆλθον ὡς ἂν συνταχθείητε, οἵ θʼ ὁπλῖται καὶ οἱ ἱππεῖς καὶ ὅσοι τούτων ἐκτός ἐστε, καὶ εὐπορία τις ἂν ἅπασι γένοιτο κοινή.
ὃ δέ μοι πλείστην ἀθυμίαν παρέσχεν ἁπάντων, ἐρῶ πρὸς ὑμᾶς καὶ οὐκ ἀποκρύψομαι, ὅτι πολλῶν καὶ μεγάλων καὶ καλῶν ὄντων τούτων ἁπάντων, τῶν μὲν ἄλλων οὐδενὸς οὐδεὶς μέμνηται, τοῖν δυοῖν δʼ ὀβολοῖν ἅπαντες. καίτοι τοὺς μὲν οὐκ ἔστι πλείονος ἢ δυοῖν ὀβολοῖν ἀξίους εἶναι, τἄλλα δὲ μετὰ τούτων ὧν εἶπον τῶν βασιλέως ἄξιʼ ἐστὶ χρημάτων, πόλιν τοσούτους ὁπλίτας ἔχουσαν καὶ τριήρεις καὶ ἵππους καὶ χρημάτων πρόσοδον συντετάχθαι καὶ παρεσκευάσθαι.
τί οὖν ταῦτα νῦν , φαίη τις ἄν, λέγω; ὅτι φημὶ δεῖν ὑμᾶς, ἐπειδὴ τὸ μὲν πάντας μισθοφορεῖν δυσχεραίνουσί τινες, τὸ δὲ συνταχθῆναι καὶ παρασκευασθῆναι παρὰ πάντων χρήσιμον εἶναι δοκιμάζεται, ἐντεῦθεν ἄρξασθαι τοῦ πράγματος, καὶ προθεῖναι περὶ τούτων τῷ βουλομένῳ γνώμην ἀποφήνασθαι. ὡς οὕτως ἔχει· ἂν μὲν ὑμεῖς νῦν πεισθῆτε τούτων καιρὸν εἶναι, ὅταν αὐτῶν εἰς χρείαν ἔλθητε, ἕτοιμʼ ὑπάρξει· ἂν δʼ ἀκαιρίαν ἡγησάμενοι παρίδητε, ὅταν δέῃ χρῆσθαι, τότʼ ἀναγκασθήσεσθε παρασκευάζεσθαι.
ἤδη δέ τις εἶπεν ὦ ἄνδρες Ἀθηναῖοί που λέγων, οὐχ ὑμῶν τῶν πολλῶν, ἀλλὰ τῶν διαρρηγνυμένων εἰ ταῦτα γενήσεται, τί δʼ ὑμῖν ἐκ τῶν Δημοσθένους λόγων ἀγαθὸν γέγονεν; παρελθὼν ὑμῶν, ὅταν αὐτῷ δόξῃ, ἐνέπλησε τὰ ὦτα λόγων, καὶ διέσυρε τὰ παρόντα, καὶ τοὺς προγόνους ἐπῄνεσεν, καὶ μετεωρίσας καὶ φυσήσας ὑμᾶς κατέβη.
ἐγὼ δʼ εἰ μὲν ὑμᾶς δυναίμην ὧν λέγω τι πεῖσαι, τηλικαῦτʼ ἂν οἶμαι τὴν πόλιν πρᾶξαι ἀγαθὰ ὥστʼ, εἰ νῦν εἰπεῖν ἐπιχειρήσαιμι, πολλοὺς ἂν ἀπιστῆσαι ὡς μείζοσιν ἢ δυνατοῖς· οὐ μὴν οὐδὲ τοῦτο μικρὸν ὠφελεῖν οἶμαι, εἰ τὰ βέλτιστʼ ἀκούειν ὑμᾶς συνεθίζω. δεῖ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν βουλόμενόν τι ποιῆσαι τὴν πόλιν ἡμῶν ἀγαθὸν τὰ ὦτα πρῶτον ὑμῶν ἰάσασθαι· διέφθαρται γάρ· οὕτω πολλὰ καὶ ψευδῆ καὶ πάντα μᾶλλον ἢ τὰ βέλτιστʼ ἀκούειν εἴθισθε.
οἷον (ὅπως δὲ μὴ θορυβήσει μοι μηδείς, πρὶν ἂν ἅπαντʼ εἴπω) ἀνέῳξαν δήπου πρώην τινὲς τὸν ὀπισθόδομον. οὐκοῦν οἱ παριόντες ἅπαντες τὸν δῆμον καταλελύσθαι, τοὺς νόμους οὐκέτʼ εἶναι, τοιαῦτʼ ἔλεγον. καίτοι, ὦ ἄνδρες Ἀθηναῖοι, (καὶ σκοπεῖτʼ ἂν ἀληθῆ λέγω) οἱ μὲν ταῦτα ποιοῦντες ἄξιʼ ἐποίουν θανάτου, ὁ δῆμος δʼ οὐ διὰ τούτων καταλύεται. πάλιν κώπας τις ὑφείλετο· μαστιγοῦν, στρεβλοῦν πάντες οἱ λέγοντες, τὸν δῆμον καταλύεσθαι. ἐγὼ δὲ τί φημί; τὸν μὲν ὑφαιρούμενον θανάτου ποιεῖν ἄξια, ὥσπερ ἐκεῖνοι, τὸν δῆμον δʼ οὐ διὰ τούτων καταλύεσθαι.
ἀλλὰ πῶς καταλύεται, οὐδεὶς λέγει οὐδὲ παρρησιάζεται. ἐγὼ δὲ φράσω· ὅταν ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, φαύλως ἠγμένοι, πολλοὶ καὶ ἄποροι καὶ ἄοπλοι καὶ ἀσύντακτοι καὶ μὴ ταὐτὰ γιγνώσκοντες ἦτε, καὶ μήτε στρατηγὸς μήτʼ ἄλλος μηδεὶς ὧν ἂν ὑμεῖς ψηφίσησθε φροντίζῃ, καὶ ταῦτα μηδεὶς λέγειν ἐθέλῃ μηδʼ ἐπανορθοῖ, μηδʼ ὅπως παύσεται τοιαῦτʼ ὄντα πράττῃ, ὃ νῦν ἀεὶ συμβαίνει.
καὶ νὴ Δίʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ἕτεροί γε λόγοι παρερρυήκασι πρὸς ὑμᾶς ψευδεῖς, καὶ πολλὰ τὴν πολιτείαν βλάπτοντες, οἷον ἐν τοῖς δικαστηρίοις ὑμῖν ἐστιν ἡ σωτηρία, καὶ δεῖ τῇ ψήφῳ τὴν πολιτείαν ὑμᾶς φυλάττειν. ἐγὼ δʼ οἶδʼ ὅτι ταῦτα μὲν ὑμῖν τὰ δικαστήρια τῶν πρὸς ἀλλήλους δικαίων ἐστὶ κύρια, ἐν δὲ τοῖς ὅπλοις δεῖ κρατεῖν τῶν ἐχθρῶν, καὶ διὰ τούτων ἐστὶν ἡ σωτηρία τῆς πολιτείας.
οὐ γὰρ τὸ ψηφίσασθαι τοῖς ἐν τοῖς ὅπλοις ποιήσει τὸ νικᾶν, ἀλλʼ οἱ μετὰ τούτων κρατοῦντες τοὺς ἐχθροὺς καὶ ψηφίζεσθαι καὶ ἄλλʼ ὅ τι ἂν βούλησθε ποιεῖν ὑμῖν ἐξουσίαν καὶ ἄδειαν παρασκευάσουσι· δεῖ γὰρ ἐν μὲν τοῖς ὅπλοις φοβερούς, ἐν δὲ τοῖς δικαστηρίοις φιλανθρώπους εἶναι.
εἰ δέ τῳ δοκῶ μείζους ἢ κατʼ ἐμαυτὸν λέγειν λόγους, αὐτὸ τοῦτʼ ὀρθῶς αὐτῶν ἔχει· τὸν γὰρ ὑπὲρ τηλικαύτης πόλεως ῥηθησόμενον λόγον καὶ τοιούτων πραγμάτων παντὸς ἑνὸς τοῦ λέγοντος ἀεὶ μείζω φαίνεσθαι δεῖ, καὶ τῆς ἀξίας τῆς ὑμετέρας ἐγγὺς εἶναι, μὴ τῆς τοῦ λέγοντος. ὅτι δʼ οὐδεὶς τῶν ὑφʼ ὑμῶν τιμωμένων ταῦτα λέγει, τὰς προφάσεις ἐγὼ διέξειμʼ ὑμῖν.
οἱ μὲν πρὸς ἀρχαιρεσίας καὶ ταύτην τὴν τάξιν προσιόντες δοῦλοι τῆς ἐπὶ τῷ χειροτονεῖσθαι χάριτος περιέρχονται, τελεσθῆναι στρατηγὸς ἕκαστος σπουδάζων, οὐκ ἀνδρὸς ἔργον οὐδὲν πρᾶξαι. εἰ δέ τις καὶ τοιοῦτός ἐστιν οἷος ἐγχειρεῖν ἔργῳ τῳ, νῦν μὲν ἡγεῖται τὴν τῆς πόλεως δόξαν ἀφορμὴν ἔχων καὶ τοὔνομα, τῆς τῶν ἐναντιωσομένων ἐρημίας ἀπολαύων, τὰς ἐλπίδας ὑμῖν ὑποτείνων, ἄλλο δʼ οὐδὲ ἕν, κληρονομήσειν αὐτὸς τῶν ὑμετέρων ἀγαθῶν, ὅπερ ἐστίν, ἂν δʼ ὑμεῖς διʼ ὑμῶν αὐτῶν ἕκαστα πράττητε, τὸ ἴσον τοῖς ἄλλοις ὥσπερ τῶν ἔργων αὐτῶν, οὕτω καὶ τῶν ἐκ τούτων ἕξειν.
οἱ δὲ πολιτευόμενοι καὶ περὶ ταῦτʼ ὄντες, τὸ τὰ βέλτιστα σκοπεῖν ὑμῖν ἀφέντες, προσκεχωρήκασι πρὸς τούτους· καὶ πρότερον μὲν κατὰ συμμορίας εἰσεφέρετε, νυνὶ δὲ πολιτεύεσθε κατὰ συμμορίας. ῥήτωρ ἡγεμὼν καὶ στρατηγὸς ὑπὸ τούτῳ καὶ οἱ βοησόμενοι μεθʼ ἑκατέρων τριακόσιοι· οἱ δʼ ἄλλοι προσνενέμησθε οἱ μὲν ὡς τούτους, οἱ δʼ ὡς ἐκείνους. τοιγαροῦν ὑμῖν περίεστιν ἐκ τούτων ὁ δεῖνα χαλκοῦς καὶ ὁ δεῖνʼ εὐδαίμων, εἷς ἢ δύο, ὑπὲρ τὴν πόλιν· οἱ δʼ ἄλλοι μάρτυρες τῆς τούτων εὐδαιμονίας κάθησθε, τῆς καθʼ ἡμέραν ῥᾳθυμίας πολλὴν καὶ μεγάλην ὑπάρχουσαν ὑμῖν εὐδαιμονίαν τούτοις προϊέμενοι.