Philippic 4
Demosthenes
Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
ταύτης ὀλιγωρουμένης, Μέγαρʼ ἑάλω παρὰ μικρόν. οὐδὲν ἐφροντίσατʼ οὐδʼ ἐπεστράφητʼ οὐδὲν τούτων, οὐδʼ ἐνεδείξασθε τοῦθʼ ὅτι οὐκ ἐπιτρέψετε τοῦτο ποιεῖν αὐτῷ· Ἀντρῶνας ἐπρίατο καὶ μετʼ οὐ πολὺν χρόνον τὰ ἐν Ὠρεῷ πράγματʼ εἰλήφει.
πολλὰ δὲ καὶ παραλείπω, Φεράς, τὴν ἐπʼ Ἀμβρακίαν ὁδόν, τὰς ἐν Ἤλιδι σφαγάς, ἄλλα μυρία· οὐ γὰρ ἵνʼ ἐξαριθμήσωμαι τοὺς βεβιασμένους καὶ τοὺς ἠδικημένους ὑπὸ Φιλίππου, ταῦτα διεξῆλθον, ἀλλʼ ἵνα τοῦθʼ ὑμῖν δείξω, ὅτι οὐ στήσεται πάντας ἀνθρώπους ἀδικῶν, τὰ δʼ ὑφʼ αὑτῷ ποιούμενος Φίλιππος, εἰ μή τις αὐτὸν κωλύσει.
εἰσὶν δέ τινες οἳ πρὶν ἀκοῦσαι τοὺς ὑπὲρ τῶν πραγμάτων λόγους εὐθέως εἰώθασιν ἐρωτᾶν τί οὖν χρὴ ποιεῖν; οὐχ ἵνʼ ἀκούσαντες ποιήσωσι (χρησιμώτατοι γὰρ ἂν ἦσαν ἁπάντων), ἀλλʼ ἵνα τοῦ λέγοντος ἀπαλλαγῶσιν. δεῖ δʼ ὅμως εἰπεῖν ὅ τι χρὴ ποιεῖν. πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο παρʼ ὑμῖν αὐτοῖς βεβαίως γνῶναι, ὅτι τῇ πόλει Φίλιππος πολεμεῖ καὶ τὴν εἰρήνην λέλυκεν, καὶ κακόνους μέν ἐστι καὶ ἐχθρὸς ὅλῃ τῇ πόλει καὶ τῷ τῆς πόλεως ἐδάφει, προσθήσω δὲ καὶ τοῖς ἐν τῇ πόλει θεοῖς, οἵπερ αὐτὸν ἐξολέσειαν, οὐδενὶ μέντοι μᾶλλον ἢ τῇ πολιτείᾳ πολεμεῖ οὐδʼ ἐπιβουλεύει, καὶ σκοπεῖ μᾶλλον οὐδὲν τῶν πάντων ἢ πῶς ταύτην καταλύσει.
καὶ τοῦτʼ ἐξ ἀνάγκης τρόπον τινὰ νῦν γε δὴ ποιεῖ. λογίζεσθε γάρ. ἄρχειν βούλεται, τούτου δʼ ἀνταγωνιστὰς μόνους ὑπείληφεν ὑμᾶς. ἀδικεῖ πολὺν χρόνον ἤδη, καὶ τοῦτʼ αὐτὸς ἄριστα σύνοιδεν αὑτῷ· οἷς γὰρ οὖσιν ὑμετέροις ἔχει χρῆσθαι, τούτοις ἅπαντα τἄλλα βεβαίως κέκτηται· εἰ γὰρ Ἀμφίπολιν καὶ Ποτείδαιαν προεῖτο, οὐδʼ ἂν ἐν Μακεδονίᾳ μένειν ἀσφαλῶς ἐδύνατο.