Philippic 4
Demosthenes
Demosthenis. Orationes. Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
ἀλλʼ ὅμως εἰς τοσαῦτα μέρη καὶ τοσαύτας δυναστείας διῃρημένων τῶν Ἑλληνικῶν πραγμάτων, εἰ δεῖ τἀληθῆ μετὰ παρρησίας εἰπεῖν, τὰ παρʼ οὐδέσι τούτων ἀρχεῖα καὶ βουλευτήριʼ ἐρημότερʼ ἄν τις ἴδοι τῶν Ἑλληνικῶν πραγμάτων ἢ τὰ παρʼ ἡμῖν, εἰκότως· οὔτε γὰρ φιλῶν οὔτε πιστεύων οὔτε φοβούμενος οὐδεὶς ἡμῖν διαλέγεται.
αἴτιον δὲ τούτων οὐχ ἕν, ὦ ἄνδρες Ἀθηναῖοι, (ῥᾴδιον γὰρ ἂν ἦν ὑμῖν μεταθεῖναι), ἀλλὰ πολλὰ καὶ παντοδαπὰ ἐκ παντὸς ἡμαρτημένα τοῦ χρόνου, ὧν τὸ καθʼ ἕκαστον ἐάσας, εἰς ὃ πάντα τείνει λέξω, δεηθεὶς ὑμῶν, ἂν λέγω τἀληθῆ μετὰ παρρησίας, μηδὲν ἀχθεσθῆναί μοι. πέπραται τὰ συμφέροντʼ ἐφʼ ἑκάστου τῶν καιρῶν, καὶ μετειλήφαθʼ ὑμεῖς μὲν τὴν σχολὴν καὶ τὴν ἡσυχίαν, ὑφʼ ὧν κεκηλημένοι τοῖς ἀδικοῦσιν οὐ πικρῶς ἔχετε, ἕτεροι δὲ τὰς τιμὰς ἔχουσιν.
καὶ τὰ μὲν περὶ τἄλλʼ οὐκ ἄξιον ἐξετάσαι νῦν· ἀλλʼ ἐπειδάν τι τῶν πρὸς Φίλιππον ἐμπέσῃ, εὐθὺς ἀναστάς τις λέγει ὡς οὐ δεῖ ληρεῖν οὐδὲ γράφειν πόλεμον, παραθεὶς εὐθέως ἑξῆς τὸ τὴν εἰρήνην ἄγειν ὡς ἀγαθὸν καὶ τὸ τρέφειν μεγάλην δύναμιν ὡς χαλεπόν, καὶ διαρπάζειν τινὲς τὰ χρήματα βούλονται, καὶ ἄλλους λόγους ὡς οἷόν τʼ ἀληθεστάτους λέγουσιν.
ἀλλὰ δεῖ δήπου τὴν μὲν εἰρήνην ἄγειν οὐχ ὑμᾶς πείθειν, οἳ πεπεισμένοι κάθησθε, ἀλλὰ τὸν τὰ τοῦ πολέμου πράττοντα· ἂν γὰρ ἐκεῖνος πεισθῇ, τά γʼ ἀφʼ ὑμῶν ὑπάρχει· νομίζειν δʼ εἶναι χαλεπὰ οὐχ ὅσʼ ἂν εἰς σωτηρίαν δαπανῶμεν, ἀλλʼ ἃ πεισόμεθα, ἂν μὴ ταῦτʼ ἐθέλωμεν ποιεῖν, καὶ τὸ διαρπασθήσεται τὰ χρήματα τῷ φυλακὴν εὑρεῖν διʼ ἧς σωθήσεται κωλύειν, οὐχὶ τῷ τοῦ συμφέροντος ἀποστῆναι.